Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Σερουιλίου δὲ Σολπικίου Καμερινοῦ καὶ Μανίου Τυλλίου Λόγγου τὴν ἀρχὴν παραλαβόντων Φιδηναίων τινὲς παρὰ Ταρκυνίων στρατιώτας μεταπεμψάμενοι τὴν ἄκραν καταλαμβάνονται, καὶ τῶν μὴ ταὐτὰ προαιρουμένων οὓς μὲν διαφθείραντες, οὓς δʼ ἐξελάσαντες, ἀφιστᾶσιν αὖθις ἀπὸ Ῥωμαίων τὴν πόλιν· πρεσβείας τε Ῥωμαικῆς ἀφικομένης ὥρμησαν μὲν ὡς πολεμίοις χρήσασθαι τοῖς ἀνδράσι, κωλυθέντες δʼ ὑπὸ τῶν πρεσβυτέρων ἐξέβαλον αὐτοὺς ἀπὸ τῆς πόλεως,

οὔτε δοῦναι λόγον ἀξιώσαντες οὔτε λαβεῖν. ταῦθʼ ἡ βουλὴ τῶν Ῥωμαίων μαθοῦσα πρὸς μὲν τὸ κοινὸν τῶν Λατίνων οὔπω τὸν πόλεμον ἐκφέρειν πρόθυμος ἦν, πυνθανομένη μὴ πᾶσιν εἶναι τὰ ψηφισθέντα ὑπὸ τῶν

v.2p.216
προβούλων κατὰ νοῦν, ἀλλʼ ἐν ἑκάστῃ πόλει τοὺς δημοτικοὺς ἀναδύεσθαι τὸν πόλεμον, καὶ πλείους εἶναι τοὺς ἀξιοῦντας μένειν τὰς σπονδὰς τῶν διαλελύσθαι λεγόντων· ἐπὶ δὲ τοὺς ἐν Φιδήνῃ τὸν ἕτερον ἐψηφίσαντο τῶν ὑπάτων Μάνιον Τύλλιον ἀποστεῖλαι στρατιὰν ἄγοντα πολλήν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν· ὃς ἐπειδὴ τὴν χώραν αὐτῶν ἐδῄωσε κατὰ πολλὴν ἄδειαν οὐδενὸς ὑπὲρ αὐτῆς ἀμυνομένου, πλησίον τοῦ τείχους καταστρατοπεδευσάμενος ἐφύλαττε μήτʼ ἀγορὰς εἰσάγεσθαι τοῖς ἔνδον μήτε ὅπλα μήτε ἄλλην βοήθειαν μηδεμίαν.

Φιδηναῖοι μὲν δὴ τειχήρεις ἐγένοντο καὶ πρὸς τὰς Λατίνων ἐπρεσβεύοντο πόλεις δεόμενοι ταχείας συμμαχίας· οἱ δὲ προεστηκότες τῶν Λατίνων, ἀγορὰν ποιησάμενοι τῶν πόλεων, Ταρκυνίοις τε αὖθις ἀποδόντες λόγον καὶ τοῖς παρὰ τῶν πολιορκουμένων ἥκουσιν, ἐκάλουν τοὺς συνέδρους εἰς ἀπόφασιν γνώμης, τίνα χρὴ πολεμεῖν Ῥωμαίοις τρόπον, ἀπὸ τῶν πρεσβυτάτων τε καὶ ἐπιφανεστάτων ἀρξάμενοι.

πολλῶν δὲ ῥηθέντων λόγων καὶ περὶ αὐτοῦ τοῦ πολέμου πρῶτον, εἰ δέοι αὐτὸν ἐπικυρῶσαι, οἱ μὲν ταραχωδέστεροι τῶν συνέδρων τὸν βασιλέα κατάγειν ἐπὶ τὴν ἀρχὴν ἠξίουν καὶ Φιδηναίοις βοηθεῖν παρῄνουν· ἐν ἡγεμονίαις μὲν βουλόμενοι γενέσθαι στρατιωτικαῖς καὶ πραγμάτων ἐφάψασθαι μεγάλων, μάλιστα δʼ οἱ δυναστείας καὶ τυραννίδος ἐν ταῖς ἑαυτῶν πατρίσιν ἐρῶντες, ἣν συγκατασκευάσειν αὐτοῖς Ταρκυνίους ἐπείθοντο τὴν Ῥωμαίων ἀρχὴν ἀνακτησαμένους. οἱ δʼ εὐπορώτατοί τε καὶ ἐπιεικέστατοι μένειν ἐν ταῖς σπονδαῖς ἠξίουν τὰς πόλεις καὶ μὴ προχείρως ἐπὶ τὰ ὅπλα

v.2p.217
χωρεῖν· καὶ ἦσαν οὗτοι τῷ πλήθει πιθανώτατοι.

ἐξωθούμενοι δὴ πρὸς τῶν παραινούντων τὴν εἰρήνην ἄγειν οἱ τὸν πόλεμον ἐπισπεύδοντες, τοῦτό γε πείθουσι ποιῆσαι τὴν ἐκκλησίαν τελευτῶντες, πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς παρακαλέσοντας ἅμα καὶ συμβουλεύσοντας τῇ πόλει δέχεσθαι Ταρκυνίους καὶ τοὺς ἄλλους φυγάδας ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ, καὶ περὶ τούτων ὅρκια τεμόντας τῇ πατρίῳ κοσμεῖσθαι πολιτείᾳ καὶ τῆς Φιδηναίων πόλεως ἀπανιστάναι τὸν στρατόν, ὡς σφῶν γε οὐχ ὑπεροψομένων συγγενεῖς καὶ φίλους ἀφαιρεθέντας τὴν πατρίδα· ἐὰν δὲ μηδέτερον τούτων ὑπομείνωσι πράττειν, τότε βουλεύσεσθαι περὶ τοῦ πολέμου·

οὐκ ἀγνοοῦντες μέν, ὅτι τούτων οὐδέτερον ὑπομενοῦσι Ῥωμαῖοι, προφάσεις δὲ τῆς ἔχθρας βουλόμενοι λαβεῖν εὐπρεπεῖς, καὶ τοὺς ἐναντιουμένους σφίσι θεραπείαις ἐν τῷ μεταξὺ χρόνῳ καὶ χάρισιν ἐπάξεσθαι νομίζοντες. ταῦτα ψηφισάμενοι καὶ χρόνον ὁρίσαντες ἐνιαύσιον Ῥωμαίοις μὲν βουλῆς, ἑαυτοῖς δὲ παρασκευῆς, καὶ πρεσβευτὰς ἀποδείξαντες, οὓς Ταρκύνιος ἐβούλετο, διέλυσαν τὸν σύλλογον.