Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ δὲ τὸν ἐνιαυτὸν ἐκεῖνον ὕπατοι καθίστανται Σπόριος Κάσσιος Οὐεκελλῖνος ἐπικαλούμενος καὶ Ὀπίτωρ Οὐεργίνιος Τρικάτος. ἐφʼ ὧν ὁ πρὸς Σαβίνους πόλεμος ὑπὸ θατέρου τῶν ὑπάτων Σπορίου κατελύθη μάχης ἰσχυρᾶς γενομένης οὐ μακρὰν τῆς Κυριτῶν πόλεως· ἐξ ἧς ἀπέθανον μὲν ἀμφὶ τοὺς

v.2p.211
μυρίους καὶ τριακοσίους Σαβίνων, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὀλίγον ἀποδέοντες τετρακισχιλίων.

ταύτῃ τῇ συμφορᾷ τελευταίᾳ πληγέντες οἱ Σαβῖνοι πρέσβεις ἀπέστειλαν ὡς τὸν ὕπατον διαλεξομένους περὶ φιλίας. ἀναβαλλομένου δʼ αὐτοὺς ἐπὶ τὴν βουλὴν τοῦ Κασσίου, παραγενηθέντες εἰς Ῥώμην σὺν πολλῇ δεήσει μόλις εὑρίσκονται διαλλαγὰς καὶ κατάλυσιν τοῦ πολέμου, σῖτόν τε τῇ στρατιᾷ δόντες, ὅσον ἐπέταξε Κάσσιος καὶ ἀργύριόν τι τακτὸν κατʼ ἄνδρα καὶ γῆς πεφυτευμένης πλέθρα μύρια.

Σπόριος μὲν δὴ Κάσσιος θρίαμβον ἐκ τοῦ πολέμου τοῦδε κατήγαγεν· ὁ δʼ ἕτερος τῶν ὑπάτων Οὐεργίνιος ἐπὶ τὴν Καμαριναίων πόλιν ἐστράτευσεν μὲν ἀφεστῶσαν ἀπὸ τῆς Ῥωμαίων συμμαχίας κατὰ τόνδε τὸν πόλεμον, ἄγων τὴν ἡμίσειαν τῆς ἑτέρας στρατιᾶς, φράσας δʼ οὐδενί, ποῖ μέλλει πορεύεσθαι καὶ διὰ νυκτὸς ἀνύσας τὴν ὁδόν, ἵνα ἀπαρασκεύοις καὶ μὴ

προειδόσι τὴν ἔφοδον τοῖς ἔνδον ἐπιθῆται· ὅπερ καὶ συνέβη. γενόμενος γὰρ πλησίον τοῦ τείχους ἅπαντας ἔλαθεν ἄρτι τῆς ἡμέρας διαυγούσης, καὶ πρὶν ἢ καταστρατοπεδεύεσθαι κριοὺς προσέφερε καὶ κλίμακας καὶ πάσῃ πολιορκίας ἐχρῆτο ἰδέᾳ. τῶν δὲ Καμαριναίων καταπλαγέντων τὸ αἰφνίδιον τῆς παρουσίας αὐτοῦ καὶ τῶν μὲν ἀνοίγειν τὰς πύλας καὶ δέχεσθαι τὸν ὕπατον ἀξιούντων, τῶν δʼ ἀμύνεσθαι πάσῃ δυνάμει καὶ μὴ παριέναι τοὺς πολεμίους εἴσω, ἐν ᾧ τὸ ταραττόμενόν

v.2p.212
τε καὶ στασιάζον αὐτῶν ἐπεκράτει, τὰς πύλας ἐκκόψας καὶ τὰ βραχύτατα τῶν ἐρυμάτων κλίμαξι καταλαβόμενος κατὰ κράτος εἰλήφει τὴν πόλιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα φέρειν τε καὶ

ἄγειν τὰ χρήματα τοῖς σφετέροις ἐφῆκε· τῇ δʼ ἑξῆς συναχθῆναι τοὺς αἰχμαλώτους εἰς ἓν χωρίον κελεύσας τοὺς μὲν βουλεύσαντας τὴν ἀπόστασιν ἅπαντας ἀπέκτεινε, τὸν δʼ ἄλλον ὄχλον ἀπέδοτο, τὴν δὲ πόλιν κατέσκαψεν.