Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπεὶ δὲ παρεσκεύαστο ἅπαντα ἀμφοτέροις, πρῶτον μὲν ἐξῆγον οἱ Σαβῖνοι τὰς δυνάμεις καὶ ποιοῦνται δύο παρεμβολὰς μίαν μὲν ὕπαιθρον οὐ πρόσω Φιδήνης, ἑτέραν δʼ ἐν αὐτῇ Φιδήνῃ φυλακῆς τε τῶν ἔνδον ἕνεκα καὶ καταφυγῆς τῶν ἔξω στρατοπεδευόντων, ἄν τι γένηται πταῖσμα περὶ αὐτούς. ἔπειτα οἱ τῶν Ῥωμαίων ὕπατοι μαθόντες τὴν τῶν Σαβίνων ἐπὶ σφᾶς ἔλασιν καὶ αὐτοὶ πάντας ἄγοντες τοὺς ἐν ἀκμῇ στρατοπεδεύονται χωρὶς ἀλλήλων, Οὐαλέριος μὲν ἀγχοῦ τῆς ὑπαίθρου τῶν Σαβίνων παρεμβολῆς, Λουκρήτιος

δʼ ὀλίγον ἄπωθεν ἐπʼ ὄχθου τινός, ὅθεν ἦν ὁ ἕτερος χάραξ καταφανής. ἡ μὲν οὖν τῶν Ῥωμαίων ὑπόληψις

v.2p.198
ἦν συμβαλεῖν τοῖς πολεμίοις αὐτίκα, ὡς ἐν ἀγῶνι φανερῷ τοῦ πολέμου ταχείαν ἕξοντος τὴν κρίσιν, ὁ δὲ τῶν Σαβίνων στρατηγὸς ὀρρωδῶν ἐκ τοῦ φανεροῦ συμφέρεσθαι πρὸς εὐτολμίαν τε καὶ καρτερίαν ἀνθρώπων ἅπαντα τὰ δεινὰ ὑπομένειν ἑτοίμων νύκτωρ ἐπιχειρεῖν αὐτοῖς ἔγνω·

καὶ παρασκευασάμενος τάφρου τε χώσει καὶ χάρακος ἐπιβάσει ἃ πρόσφορα εἶναι ἔμελλεν, ἐπειδὴ πάντα ἐγένετο τὰ πρὸς τὸν ἀγῶνα εὐτρεπῆ, μετὰ τὸν πρῶτον ὕπνον ἀναστήσας τὸ κράτιστον τοῦ στρατοῦ μέρος ἄξειν ἐπὶ τὸ τῶν Ῥωμαίων ἔμελλεν ἔρυμα, τοῖς τʼ ἐν Φιδήνῃ κατεστρατοπεδευκόσι παρήγγειλεν, ἐπειδὰν ἐξεληλυθότας αἴσθωνται τοὺς σφετέρους ἐξιέναι καὶ αὐτοὺς ἐκ τῆς πόλεως κούφῃ ἐσταλμένους ὁπλίσει· ἔπειτα λοχήσαντας ἐν χωρίοις ἐπιτηδείοις ἐκέλευσεν, εἴ τινες ἐπίκουροι τοῖς περὶ τὸν Οὐαλέριον ἐκ τῆς ἑτέρας στρατιᾶς ἐπίοιεν, ἀναστάντας καὶ κατὰ νώτου γενομένους σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ χωρεῖν ἐπʼ αὐτούς.

ὁ μὲν δὴ Σέξτος ταῦτα βουλευσάμενος καὶ τοῖς λοχαγοῖς φράσας, ἐπειδὴ κἀκείνοις ἦν βουλομένοις, περιέμεινε τὸν καιρόν· αὐτόμολος δέ τις ἐλθὼν εἰς τὸν χάρακα τῶν Ῥωμαίων μηνύει τὴν διάνοιαν αὐτοῦ πρὸς τὸν ὕπατον, καὶ μετʼ οὐ πολὺ τῶν ἱππέων τινὲς ἧκον ἄγοντες αἰχμαλώτους τῶν Σαβίνων, οὓς ἐπὶ ξυλισμὸν ἐξεληλυθότας συνέλαβον. οὗτοι χωρὶς ἀλλήλων ἀνακρινόμενοι, τί παρασκευάζεται· πράττειν

v.2p.199
σφῶν αὐτῶν ὁ στρατηγός, λέγουσιν, ὅτι κλίμακας τεκταίνεται καὶ διαβάθρας· ὅπου δʼ αὐταῖς καὶ ὁπότε μέλλοι χρῆσθαι, οὐκ ἔφασαν εἰδέναι.

ταῦτα μαθὼν ὁ Οὐαλέριος ἀποστέλλει τὸν πρεσβευτὴν Λάρκιον εἰς τὸν ἕτερον χάρακα τήν τε διάνοιαν τῶν πολεμίων ἀπαγγελοῦντα τῷ κατέχοντι τὴν παρεμβολὴν ἐκείνην Λουκρητίῳ, καὶ τίνα χρὴ τρόπον ἐπιχειρεῖν τοῖς πολεμίοις ὑποθησόμενον· αὐτὸς δὲ τοὺς ταξιάρχους καὶ λοχαγοὺς καλέσας καὶ φράσας ὅσα τοῦ τʼ αὐτομόλου καὶ τῶν αἰχμαλώτων ἤκουσε καὶ παρακαλέσας ἄνδρας ἀγαθοὺς εἶναι καιρὸν εἰληφέναι νομίσαντας εὐχῆς ἄξιον, ἐν ᾧ δίκας λήψονται παρὰ τῶν ἐχθρῶν καλάς, ἅ τε δέοι πράττειν ἑκάστοις ὑποθέμενος καὶ τὸ σύνθημα δοὺς ἀπέλυσεν ἐπὶ τὰς τάξεις.