Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οὗτοι οἱ ἄνδρες εἰς Ῥώμην ἐλθόντες ἔλεγον ἐπὶ τῆς βουλῆς, Ὅτι Ταρκύνιος ἀξιοῖ λαβὼν ἄδειαν ἐλθεῖν σὺν ὀλίγοις πρῶτον μὲν ἐπὶ τὸ συνέδριον, ὥσπερ ἐστὶ δίκαιον· ἔπειτʼ ἂν λάβῃ παρὰ τῆς βουλῆς τὸ συγχώρημα τότε καὶ ἐπὶ τὴν ἐκκλησίαν ἐλθεῖν λόγον ὑφέξων ὑπὲρ ἁπάντων ὧν ἔπραξεν, ἀφʼ οὗ τὴν ἀρχὴν παρέλαβε, καὶ δικασταῖς χρησόμενος ἐάν τις αὐτοῦ

v.2p.143

κατηγορήσῃ πᾶσι Ῥωμαίοις. ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας, ὡς οὐδὲν ἄξιον εἴργασται φυγῆς, ἐὰν μὲν ἀποδῶσιν αὐτῷ τὴν βασιλείαν αὖθις, ἄρξειν ἐφʼ οἷς ἂν ὁρίσωσιν οἱ πολῖται δικαίοις, ἐὰν δὲ μηκέτι βασιλεύεσθαι προαιρῶνται καθάπερ ἔμπροσθεν, ἀλλʼ ἑτέραν τινὰ καταστήσασθαι πολιτείαν, μένων ἐν τῇ πόλει πατρίδι οὔσῃ καὶ τὸν ἴδιον οἶκον ἔχων πολιτεύσεσθαι μετὰ πάντων ἐξ ἴσου, φυγῆς δʼ ἀπηλλάχθαι καὶ πλάνης.

ταῦτα διεξελθόντες ἐδέοντο τῆς βουλῆς, μάλιστα μὲν διὰ τὸ δίκαιον, ὃ πᾶσιν ἀνθρώποις καθέστηκε, μηθένα λόγου καὶ κρίσεως ἀποστερεῖν, συγχωρῆσαι τῷ ἀνδρὶ τὴν ἀπολογίαν, ἧς αὐτοὶ γενήσονται δικασταί· εἰ δʼ ἐκείνῳ ταύτην οὐ βούλονται δοῦναι τὴν χάριν, τῆς δεομένης ὑπὲρ αὐτοῦ πόλεως ἕνεκα μετριάσαι, δωρεὰν αὐτῇ διδόντας, ἐξ ἧς οὐδὲν αὐτοὶ βλαπτόμενοι μεγάλην δόξουσι τιμὴν κατατίθεσθαι τῇ λαμβανούσῃ, ἀνθρώπους δʼ ὄντας μηδὲν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπίνην φρονεῖν μηδʼ ἀθανάτους ἔχειν τὰς ὀργὰς ἐν θνητοῖς σώμασιν, ἀλλὰ καὶ παρὰ γνώμην τί πράττειν ἐπιεικὲς ὑπομεῖναι τῶν δεομένων χάριν, ἐνθυμηθέντας, ὅτι φρονίμων μὲν ἀνθρώπων ἔργον ἐστὶ ταῖς φιλίαις χαρίζεσθαι τὰς ἔχθρας, ἀνοήτων δὲ καὶ βαρβάρων τοῖς ἐχθροῖς συναναιρεῖν τοὺς φίλους.