Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀφικομένης δὲ τῆς πρεσβείας εἰς Ῥώμην ἡ βουλὴ μὲν ἐψηφίσατο Ποπλικόλᾳ θατέρῳ τῶν ὑπάτων

v.2p.184
πεισθεῖσα πάντα συγχωρεῖν, ὅσα ὁ Τυρρηνὸς ἠξίου, κάμνειν τὸν δημότην καὶ ἄπορον ὄχλον οἰομένη τῇ σπάνει τῶν ἐπιτηδείων, καὶ ἀγαπητῶς δέξεσθαι τὴν τοῦ πολέμου λύσιν, ἐφʼ οἷς ἂν γένηται δικαίοις.

ὁ δὲ δῆμος τὰ μὲν ἄλλα τοῦ προβουλεύματος ἐψηφίσατο κύρια εἶναι, τὴν δʼ ἀπόδοσιν τῶν χρημάτων οὐκ ἠνέσχετο, ἀλλὰ τἀναντία ἔγνω, μήτʼ ἐκ τῶν ἰδίων μήτʼ ἐκ τῶν κοινῶν τοῖς τυράννοις μηδὲν ἀποδιδόναι, πρεσβευτὰς δὲ περὶ τούτων πρὸς βασιλέα Πορσίναν ἀποστεῖλαι, οἵτινες ἀξιώσουσιν αὐτὸν τὰ μὲν ὅμηρα καὶ τὴν χώραν παραλαβεῖν, περὶ δὲ τῶν χρημάτων αὐτὸν δικαστὴν γενόμενον Ταρκυνίοις τε καὶ Ῥωμαίοις, ὅταν ἀμφοτέρων ἀκούσῃ κρῖναι τὰ δίκαια μήτε χάριτι μήτʼ

ἔχθρᾳ παραχθέντα. ἀπῄεσαν οἱ Τυρρηνοὶ τὰς ἀποκρίσεις ταύτας πρὸς βασιλέα κομίζοντες καὶ σὺν αὐτοῖς οἱ κατασταθέντες ὑπὸ τοῦ δήμου πρέσβεις ἄγοντες ἐκ τῶν πρώτων οἰκιῶν εἴκοσι παῖδας, οὓς ἔδει περὶ τῆς πατρίδος ὁμηρεῦσαι, τῶν ὑπάτων πρώτων τὰ τέκνα ἐπιδόντων, Μάρκου μὲν Ὁρατίου τὸν υἱόν, Ποπλίου δὲ Οὐαλερίου τὴν θυγατέρα γάμων ἔχουσαν ὥραν.

ἀφικομένων δὲ τούτων ἐπὶ τὸ στρατόπεδον ἥσθη τε ὁ βασιλεὺς καὶ πολλὰ τοὺς Ῥωμαίους ἐπαινέσας ἀνοχὰς σπένδεται πρὸς αὐτοὺς εἰς ὡρισμένον τινὰ ἡμερῶν ἀριθμὸν καὶ τὴν δίκην αὐτὸς ἀναδέχεται δικάζειν. Ταρκύνιοι δʼ ἤχθοντο μὲν ἀπὸ μειζόνων ἐκπεσόντες ἐλπίδων, ἃς εἶχον ἐπὶ τῷ βασιλεῖ, καταχθῆναι δόξαντες

v.2p.185
ἐπὶ τὴν ἀρχὴν ὑπʼ ἐκείνου, στέργειν δὲ τὰ παρόντα ἠναγκάζοντο καὶ τὰ δεδομένα δέχεσθαι. ἀφικομένων δʼ εἰς τὸν ὁρισθέντα χρόνον ἐκ τῆς πόλεως τῶν ἀπολογησομένων τὴν δίκην καὶ ἀπὸ τῆς βουλῆς τῶν πρεσβυτάτων, καθίσας ἐπὶ τοῦ βήματος ὁ βασιλεὺς μετὰ τῶν φίλων καὶ τὸν υἱὸν συνδικάζειν κελεύσας ἀπέδωκεν αὐτοῖς λόγον.