Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ ἐν ἀσφαλεῖ τοὺς σφετέρους ἔδοξαν

v.2p.173
γεγονέναι, δύο μὲν ἐξ αὐτῶν Ἑρμίνιός τε καὶ Λάρκιος διεφθαρμένων αὐτοῖς ἤδη τῶν σκεπαστηρίων διὰ τὰς συνεχεῖς πληγὰς ἀνεχώρουν ἐπὶ πόδα. Ὁράτιος δὲ μόνος ἀνακαλουμένων αὐτὸν ἀπὸ τῆς πόλεως τῶν θʼ ὑπάτων καὶ τῶν ἄλλων πολιτῶν καὶ περὶ παντὸς ποιουμένων σωθῆναι τοιοῦτον ἄνδρα τῇ πατρίδι καὶ τοῖς γειναμένοις οὐκ ἐπείσθη, ἀλλʼ ἔμενεν, ἔνθα τὸ πρῶτον ἔστη, κελεύσας τοῖς περὶ τὸν Ἑρμίνιον λέγειν πρὸς τοὺς ὑπάτους, ὡς αὐτοῦ φράσαντος, ἀποκόπτειν τὴν γέφυραν ἀπὸ τῆς πόλεως ἐν τάχει· ἦν δὲ μία κατʼ ἐκείνους τοὺς χρόνους ξυλόφρακτος ἄνευ σιδήρου δεδεμένη ταῖς σανίσιν αὐταῖς, ἣν καὶ μέχρις ἐμοῦ τοιαύτην φυλάττουσι Ῥωμαῖοι· ἐπιστεῖλαι δὲ τοῖς ἀνδράσιν, ὅταν τὰ πλείω τῆς γεφύρας λυθῇ καὶ βραχὺ τὸ λειπόμενον ᾖ μέρος, φράσαι πρὸς αὐτὸν σημείοις τισὶν ἢ φωνῇ γεγωνοτέρᾳ· τὰ λοιπὰ λέγων ἑαυτῷ μελήσειν.

ταῦτʼ ἐπικελευσάμενος τοῖς δυσὶν ἐπʼ αὐτῆς ἵσταται τῆς γεφύρας καὶ τῶν ὁμόσε χωρούντων οὓς μὲν τῷ ξίφει παίων, οὓς δὲ τῷ θυρεῷ περιτρέπων πάντας ἀνέστειλε τοὺς ὁρμήσαντας ἐπὶ τὴν γέφυραν· οὐκέτι γὰρ εἰς χεῖρας αὐτῷ χωρεῖν ἐτόλμων οἱ διώκοντες ὡς μεμηνότι καὶ θανατῶντι· καὶ ἅμα οὐδὲ ῥᾴδιον αὐτῷ προσελθεῖν ὑπάρχον ἐξ εὐωνύμων μὲν καὶ δεξιῶν ἔχοντι πρόβλημα τὸν ποταμόν, ἐκ δὲ τοῦ κατὰ πρόσωπον ὅπλων τε καὶ νεκρῶν σωρόν· ἀλλʼ ἄπωθεν ἑστῶτες ἀθρόοι λόγχαις τε καὶ σαυνίοις καὶ λίθοις χειροπληθέσιν

v.2p.174
ἔβαλλον, οἷς δὲ μὴ παρῆν ταῦτα τοῖς ξίφεσι καὶ

ταῖς ἀσπίσι τῶν νεκρῶν. ὁ δʼ ἠμύνετο τοῖς ἐκείνων χρώμενος ὅπλοις κατʼ αὐτῶν καὶ ἔμελλεν ὥσπερ εἰκὸς εἰς ἀθρόους βάλλων ἀεί τινος τεύξεσθαι σκοποῦ. ἤδη δὲ καταβελὴς ὢν καὶ τραυμάτων πλῆθος ἐν πολλοῖς μέρεσι τοῦ σώματος ἔχων, μίαν δὲ πληγὴν λόγχης, ἣ διὰ θατέρου τῶν γλουτῶν ὑπὲρ τῆς κεφαλῆς τοῦ μηροῦ ἀντία ἐνεχθεῖσα ἐκάκωσεν αὐτὸν ὀδύναις καὶ τὴν βάσιν ἔβλαπτεν, ἐπειδὴ τῶν κατόπιν ἤκουσεν ἐμβοησάντων λελύσθαι τῆς γεφύρας τὸ πλέον μέρος, καθάλλεται σὺν τοῖς ὅπλοις εἰς τὸν ποταμὸν καὶ διανηξάμενος τὸ ῥεῦμα χαλεπῶς πάνυ· περὶ γὰρ τοῖς ὑπερείσμασι τῶν σανίδων σχιζόμενος ὁ ῥοῦς ὀξὺς ἦν καὶ δίνας ἐποίει μεγάλας· ἐξεκολύμβησεν εἰς τὴν γῆν οὐδὲν τῶν ὅπλων ἐν τῷ νεῖν ἀποβαλών.