Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ποπλίου δὲ Οὐαλερίου τοῦ προσαγορευθέντος Ποπλικόλα τὸ τρίτον ἐπὶ τὴν αὐτὴν ἀποδειχθέντος ἀρχὴν καὶ σὺν αὐτῷ Μάρκου Ὁρατίου Πολβίλλου τὸ δεύτερον βασιλεὺς Κλουσινῶν τῶν ἐν Τυρρηνίᾳ Λάρος ὄνομα, Πορσίνας ἐπίκλησιν, καταφυγόντων ἐπʼ αὐτὸν Ταρκυνίων, ὑποσχόμενος αὐτοῖς δυεῖν θάτερον ἢ διαλλάξειν αὐτοὺς πρὸς τοὺς πολίτας ἐπὶ καθόδῳ καὶ ἀναλήψει τῆς ἀρχῆς ἢ τὰς οὐσίας ἀνακομισάμενος, ἃς ἀφῃρέθησαν, ἀποδώσειν, ἐπειδὴ πρέσβεις ἀποστείλας εἰς τὴν Ῥώμην ἐν τῷ παρελθόντι ἐνιαυτῷ μεμιγμένας ἀπειλαῖς ἐπικλήσεις κομίζοντας οὔτε διαλλαγὰς εὕρετο

v.2p.169
τοῖς ἀνδράσι καὶ κάθοδον, αἰτιωμένης τῆς βουλῆς τὰς ἀρὰς καὶ τοὺς ὅρκους τοὺς γενομένους κατʼ αὐτῶν, οὔτε τὰς οὐσίας ἀνεπράξατο αὐτοῖς, τῶν διανειμαμένων καὶ κατακληρουχησάντων αὐτὰς οὐκ ἀξιούντων ἀποδιδόναι·

ὑβρίζεσθαι φήσας ὑπὸ Ῥωμαίων καὶ δεινὰ πάσχειν, ὅτι τῶν ἀξιουμένων οὐδετέρου παρʼ αὐτῶν ἔτυχεν, ἀνὴρ αὐθάδης καὶ διεφθαρμένος τὴν γνώμην ὑπό τε πλούτου καὶ χρημάτων καὶ ἀρχῆς μεγέθους, ἀφορμὰς ὑπέλαβεν ἔχειν καλὰς καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν παλαίτερον ἔτι τοῦτο βουλόμενος καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον.

συνῄρετο δʼ αὐτῷ τοῦ πολέμου πᾶσαν προθυμίαν ἀποδεῖξαι βουλόμενος ὁ Ταρκυνίου γαμβρὸς Ὀκταούιος Μαμίλιος, ἐκ πόλεως ὁρμώμενος Τύσκλου, Καμερίνους μὲν καὶ Ἀντεμνάτας, οἳ τοῦ Λατίνων μετεῖχον γένους, ἅπαντας ἐπαγόμενος ἀφεστηκότας ἤδη Ῥωμαίων ἐκ τοῦ φανεροῦ· παρὰ δὲ τῶν ἄλλων ὁμοεθνῶν, οἷς οὐκ ἦν βουλομένοις πολεμεῖν ἀναφανδὸν ἐνσπόνδῳ τε καὶ μεγάλην ἰσχὺν ἐχούσῃ πόλει διὰ προφάσεις οὐκ ἀναγκαίας, ἐθελοντὰς συχνοὺς ἰδίᾳ πεπεικὼς χάριτι.