Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διαπραξάμενοι δὲ ταῦτα καὶ τὰ πρὸς τὸν πόλεμον εὐτρεπισάμενοι τέως μὲν ὑπὸ τῇ πόλει τὰς δυνάμεις συνεῖχον ἐν τοῖς πεδίοις ὑπὸ σημείοις τε καὶ ἡγεμόσι τεταγμένας καὶ τὰ πρὸς τὸν πόλεμον ἀσκούσας πυνθανόμενοι τοὺς φυγάδας ἐξ ἁπασῶν τῶν ἐν Τυρρηνίᾳ πόλεων ἀγείρειν ἐπὶ σφᾶς στρατόν, καὶ δύο μὲν πόλεις ἐκ τοῦ φανεροῦ συλλαμβάνειν αὐτοῖς τῆς καθόδου, Ταρκυνιήτας τε καὶ Οὐιεντανούς, ἀξιοχρέοις δυνάμεσιν ἀμφοτέρας, ἐκ δὲ τῶν ἄλλων ἐθελοντάς τινας, οὓς μὲν ὑπὸ φίλων παρασκευασθέντας, οὓς δὲ μισθοφόρους·

v.2p.160
ἐπεὶ δʼ ἔμαθον ἐξεληλυθότας ἤδη τοὺς πολεμίους, ἀπαντᾶν αὐτοῖς ἔγνωσαν, καὶ πρὶν ἐκείνους διαβῆναι τὸν ποταμὸν αὐτοὶ τὰς δυνάμεις διαβιβάσαντες ἐχώρουν πρόσω, καὶ κατεστρατοπέδευσαν πλησίον Τυρρηνῶν ἐν λειμῶνι καλουμένῳ Ναιβίῳ παρὰ δρυμὸν

ἱερὸν ἥρωος Ὁρατίου. ἐτύγχανον δὲ πλήθει τε ἀγχώμαλοι μάλισθʼ αἱ δυνάμεις αὐτῶν οὖσαι καὶ προθυμίᾳ ὁμοίᾳ χωροῦσαι πρὸς τὸν ἀγῶνα ἀμφότεραι. πρώτη μὲν οὖν ἐγένετο τῶν ἱππέων μάχη βραχεῖά τις εὐθὺς ἅμα τῷ συνιδεῖν ἀλλήλους πρὶν ἢ τοὺς πεζοὺς καταστρατοπεδεύεσθαι, ἐν ᾗ διάπειραν ἀλλήλων λαβόντες καὶ οὔτε νικήσαντες οὔτε λειφθέντες πρὸς τοὺς ἑαυτῶν ἑκάτεροι χάρακας ἀπηλλάγησαν· ἔπειτα οἵ τε ὁπλῖται καὶ οἱ ἱππεῖς ἀφʼ ἑκατέρων συνῄεσαν ταξάμενοι τὸν αὐτὸν ἀλλήλοις τρόπον, μέσην μὲν τὴν φάλαγγα τῶν πεζῶν ποιήσαντες, ἐπὶ δὲ τῶν κεράτων ἀμφοτέρων τὴν ἵππον στήσαντες.

ἡγεῖτο δὲ τοῦ μὲν δεξιοῦ Ῥωμαίων κέρατος Οὐαλέριος ὁ προσαιρεθεὶς ὕπατος ἐναντίαν στάσιν ἔχων Οὐιεντανοῖς, τοῦ δʼ εὐωνύμου Βροῦτος, καθʼ ὃ μέρος ἡ Ταρκυνιητῶν δύναμις ἦν· ἡγεμόνες δʼ αὐτὴν ἐκόσμουν οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες.