Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τοῦτʼ ἤδη μιᾷ γνώμῃ περὶ πάντων χρώμενοι τοὺς μὲν ἐπὶ τῇ καθόδῳ τῶν φυγάδων συνομοσαμένους ἅπαντας ἀπέκτειναν παραχρῆμα, καὶ τὸν μηνύσαντα τὴν συνωμοσίαν δοῦλον ἐλευθερίᾳ τε καὶ πολιτείας μεταδόσει καὶ χρήμασι πολλοῖς ἐτίμησαν. ἔπειτα τρία πολιτεύματα κάλλιστα καὶ συμφορώτατα τῷ κοινῷ καταστησάμενοι τούς τʼ ἐν τῇ πόλει πάντας ὁμονοεῖν παρεσκεύασαν καὶ τὰς τῶν ἐχθρῶν ἑταιρίας ἐμείωσαν.

ἦν δὲ τὰ πολιτεύματα τῶν ἀνδρῶν τοιάδε· πρῶτον μὲν ἐκ τῶν δημοτικῶν τοὺς κρατίστους ἐπιλέξαντες

v.2p.158
πατρικίους ἐποίησαν καὶ συνεπλήρωσαν ἐξ αὐτῶν τὴν βουλὴν τοὺς τριακοσίους· ἔπειτα τὰς οὐσίας τῶν τυράννων εἰς τὸ κοινὸν ἅπασι τοῖς πολίταις φέροντες ἔθεσαν, συγχωρήσαντες ὅσον λάβοι τις ἐξ αὐτῶν ἔχειν· καὶ τὴν αὐτῶν γῆν ὅσην ἐκέκτηντο τοῖς μηδένα κλῆρον ἔχουσι διένειμαν, ἓν μόνον ἐξελόμενοι πεδίον, ὃ κεῖται μεταξὺ τῆς τε πόλεως καὶ τοῦ ποταμοῦ. τοῦτο δʼ Ἄρεος ὑπάρχειν ἱερὸν οἱ πρότερον ἐψηφίσαντο ἵπποις τε λειμῶνα καὶ νέοις ἀσκοῦσι τὰς ἐνοπλίους μελέτας γυμνάσιον ἐπιτηδειότατον· ὅτι δὲ καὶ πρότερον ἱερὸν ἦν τοῦδε τοῦ θεοῦ, Ταρκύνιος δὲ σφετερισάμενος ἔσπειρεν αὐτὸ μέγιστον ἡγοῦμαι τεκμήριον εἶναι τὸ πραχθὲν ὑπὸ τῶν ὑπάτων τότε περὶ τοὺς ἐν αὐτῷ καρπούς.

ἅπαντα γὰρ ἐπιτρέψαντες τῷ δήμῳ τὰ τῶν τυράννων ἄγειν τε καὶ φέρειν, τὸν ἐν τούτῳ γενόμενον τῷ πεδίῳ σῖτον τὸν μὲν ἐπὶ ταῖς καλάμαις, τὸν δʼ ἐπὶ ταῖς ἔτι ἅλωσιν κείμενον καὶ τὸν ἤδη κατειργασμένον οὐκ ἐπέτρεψαν οὐδενὶ φέρειν, ἀλλʼ ὡς ἐξάγιστόν τε καὶ οὐχ ὡς ἐπιτήδειον εἰς οἰκίας εἰσενεχθῆναι, εἰς τὸν ποταμὸν καταβαλεῖν ἐψηφίσαντο.

καὶ ἔστι νῦν μνημεῖον ἐμφανὲς τοῦ ποτε ἔργου νῆσος εὐμεγέθης Ἀσκληπιοῦ ἱερά, περίκλυστος ἐκ τοῦ ποταμοῦ,

v.2p.159
ἥν φασιν ἐκ τοῦ σωροῦ τῆς καλάμης σαπείσης καὶ ἔτι καὶ τοῦ ποταμοῦ προσλιπαίνοντος αὐτῇ ἰλὺν γενέσθαι. καὶ τοῖς μετὰ τοῦ τυράννου πεφευγόσι Ῥωμαίων κάθοδον εἰς τὴν πόλιν ἐπʼ ἀδείᾳ τε καὶ ἀμνηστίᾳ παντὸς ἁμαρτήματος ἔδωκαν χρόνον ὁρίσαντες ἡμερῶν εἴκοσιν· εἰ δὲ μὴ κατέλθοιεν ἐν ταύτῃ τῇ προθεσμίᾳ, τιμωρίας αὐτοῖς ὥρισαν ἀιδίους φυγὰς καὶ

κτημάτων ὧν ἐκέκτηντο δημεύσεις. ταῦτα τῶν ἀνδρῶν τὰ πολιτεύματα τοὺς μὲν ἀπολαύσαντας ἐκ τῆς οὐσίας τῶν τυράννων ὅτου δή τινος ὑπὲρ τοῦ μὴ ἀφαιρεθῆναι πάλιν ἃς ἔσχον ὠφελείας ἅπαντα κίνδυνον ἐποίησεν ὑπομένειν· τοὺς δὲ κατὰ δέος ὧν παρηνόμησαν ἐπὶ τῆς τυραννίδος μὴ δίκην ἀναγκασθεῖεν ὑπέχειν φυγῆς ἑαυτοῖς τιμησαμένους, ἀπαλλαγέντας τοῦ φόβου μηκέτι τὰ τῶν τυράννων, ἀλλὰ τὰ τῆς πόλεως φρονεῖν.