Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

βασιλεὺς δὲ Ταρκύνιος ὡς ἤκουσε παρὰ τῶν ἀπὸ τῆς πόλεως ἀγγέλων, οἷς ἐξεγένετο πρώτοις πρὶν ἢ κλεισθῆναι τὰς πύλας διαδρᾶναι, τοσοῦτο μόνον ἀπαγγελλόντων, ὅτι κατέχει τὴν ἐκκλησίαν Βροῦτος δημαγωγῶν καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλῶν, οὐδενὶ τῶν ἄλλων φράσας ἠπείγετο τοὺς υἱοὺς ἀναλαβὼν καὶ τῶν ἑταίρων τοὺς πιστοτάτους,

v.2p.136
ἐλαύνων τοὺς ἵππους ἀπὸ ῥυτῆρος, ὡς φθάσων τὴν ἀπόστασιν. εὑρὼν δὲ κεκλεισμένας τὰς πύλας καὶ μεστὰς ὅπλων τὰς ἐπάλξεις ᾤχετο πάλιν ἐπὶ τὸ στρατόπεδον ὡς εἶχε τάχους οἰμώζων καὶ δεινοπαθῶν.

ἔτυχε δὲ καὶ τἀκεῖ πράγματα ἤδη διεφθαρμένα. οἱ γὰρ ὕπατοι ταχεῖαν αὐτοῦ τὴν παρουσίαν ἐπὶ τὴν πόλιν προορώμενοι πέμπουσι γράμματα καθʼ ἑτέρας ὁδοὺς πρὸς τοὺς ἐπὶ τοῦ στρατοπέδου παρακαλοῦντες αὐτοὺς ἀποστῆναι τοῦ τυράννου καὶ τὰ δόξαντα τοῖς ἐν ἄστει ποιοῦντες φανερά.

ταῦτα τὰ γράμματα λαβόντες οἱ καταλειφθέντες ὑπὸ τοῦ βασιλέως ὕπαρχοι Τῖτος Ἑρμίνιος καὶ Μάρκος Ὁράτιος ἀνέγνωσαν ἐν ἐκκλησίᾳ· καὶ γνώμας διερωτήσαντες κατὰ λόχους, ὅ τι χρὴ ποιεῖν, ἐπειδὴ πᾶσιν ἐφάνη κύρια ἡγεῖσθαι τὰ κριθέντα ὑπὸ τῆς πόλεως, οὐκέτι προσδέχονται παραγενηθέντα τὸν Ταρκύνιον.

ἀπωσθεὶς δὴ καὶ ταύτης ὁ βασιλεὺς τῆς ἐλπίδος φεύγει σὺν ὀλίγοις εἰς Γαβίων πόλιν, ἧς βασιλέα τὸν πρεσβύτερον ἀπέδειξε τῶν υἱῶν Σέξτον, ὡς καὶ πρότερον ἔφην· ἡλικίαν μὲν ἤδη πολιὸς ὤν, ἔτη δὲ πέντε καὶ εἴκοσι τὴν βασιλείαν κατασχών. οἱ δὲ περὶ τὸν Ἑρμίνιόν τε καὶ τὸν Ὁράτιον ἀνοχὰς τοῦ πολέμου καταστησάμενοι πρὸς τοὺς Ἀρδεάτας πεντεκαιδεκαετεῖς ἀπήγαγον ἐπʼ οἴκου τὰς δυνάμεις. ἡ μὲν δὴ βασιλικὴ πολιτεία διαμείνασα μετὰ τὸν οἰκισμὸν

v.2p.137
τῆς Ῥώμης ἐτῶν τεττάρων καὶ τετταράκοντα καὶ διακοσίων ἀριθμόν, ἐπὶ δὲ τοῦ τελευταίου βασιλέως τυραννὶς γενομένη, διὰ ταύτας τὰς προφάσεις καὶ ὑπὸ τούτων κατελύθη τῶν ἀνδρῶν.