Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὰ δὲ κοινά, ὑπὲρ ὧν ὑμᾶς εἰς ἐκκλησίαν συνεκάλεσα, ταῦτʼ ἐστί. Ταρκύνιον οὔτε κατὰ τοὺς πατρίους ἡμῶν ἐθισμοὺς καὶ νόμους τὴν δυναστείαν κατασχόντα οὔτʼ, ἐπειδὴ κατέσχεν ὅπως δή ποτε λαβών, καλῶς αὐτῇ καὶ βασιλικῶς χρώμενον, ἀλλʼ ὑπερβεβληκότα πάντας ὕβρει τε καὶ παρανομίᾳ τοὺς ὅπου δή ποτε γενομένους τυράννους, ἀφελέσθαι τὴν ἐξουσίαν βεβουλεύμεθα συνελθόντες οἱ πατρίκιοι, πάλαι μὲν δέον, ἐν καιρῷ δὲ νῦν αὐτὸ ποιοῦντες ἐπιτηδείῳ, ὑμᾶς τʼ, ὦ δημόται, συνεκαλέσαμεν, ἵνα τὴν προαίρεσιν ἀποδειξάμενοι τὴν ἑαυτῶν συναγωνιστὰς ἀξιώσωμεν ἡμῖν γενέσθαι, πράττοντας ἐλευθερίαν τῇ πατρίδι, ἧς οὔτε πρότερον ἡμῖν ἐξεγένετο μεταλαβεῖν, ἐξ οὗ Ταρκύνιος τὴν ἀρχὴν κατέσχεν, οὔθʼ ὕστερον, ἐὰν νῦν μαλακισθῶμεν, ἐξέσται.

εἰ μὲν οὖν χρόνον εἶχον, ὅσον

v.2p.126
ἐβουλόμην, ἢ πρὸς ἀγνοοῦντας ἔμελλον λέγειν, ἁπάσας διεξῆλθον ἂν τὰς τοῦ τυράννου παρανομίας, ἐφʼ αἷς οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ἅπασιν εἴη δίκαιος ἀπολωλέναι· ἐπειδὴ δʼ ὅ τε καιρός, ὃν τὰ πράγματά μοι δίδωσι, βραχύς, ἐν ᾧ λέγειν μὲν ὀλίγα δεῖ, πράττειν δὲ πολλά, καὶ πρὸς εἰδότας οἱ λόγοι, τὰ μέγιστα καὶ φανερώτατα τῶν ἔργων αὐτοῦ καὶ οὐδʼ ἀπολογίας οὐδεμιᾶς δυνάμενα τυχεῖν, ταῦθʼ ὑμᾶς ὑπομνήσω.