Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ τοῦτʼ ἤκουσαν ἅπαντες, ἐπῄνεσάν τε καὶ ὡς ἀπὸ καλῆς ὑποθέσεως ἀρξάμενον καὶ νομίμου τὰ λοιπὰ λέγειν αὐτὸν ἠξίουν. κἀκεῖνος εἶπεν, Ἐπειδὴ ταῦτα οὕτω πράττειν ὑμῖν δοκεῖ, σκοπώμεθα πάλιν, τίς ἡ τὴν πόλιν ἐπιτροπεύσουσα ἀρχὴ γενήσεται μετὰ τὴν κατάλυσιν τῶν βασιλέων καὶ ὑπὸ τίνος ἀποδειχθεῖσα ἀνδρός, καὶ ἔτι πρότερον, ὅστις ἔσται πολιτείας κόσμος, ὃν ἀπαλλαττόμενοι τοῦ τυράννου καταστησόμεθα. βεβουλεῦσθαι γὰρ ἅπαντα βέλτιον, πρὶν ἐπιχειρεῖν ἔργῳ τηλικῷδε, καὶ μηδὲν ἀνεξέταστον ἀφεῖσθαι μηδὲ ἀπροβούλευτον. ἀποφαινέσθω δὴ περὶ

τούτων ἕκαστος ὑμῶν ἃ φρονεῖ. μετὰ τοῦτʼ ἐλέχθησαν πολλοὶ καὶ παρὰ πολλῶν λόγοι. ἐδόκει δὲ τοῖς μὲν βασιλικὴν αὖθις καταστήσασθαι πολιτείαν ἐξαριθμουμένοις, ὅσα τὴν πόλιν ἐποίησαν ἀγαθὰ πάντες οἱ πρότεροι βασιλεῖς· τοῖς δὲ μηκέτι ποιεῖν ἐφʼ ἑνὶ δυνάστῃ τὰ κοινὰ τὰς τυραννικὰς διεξιοῦσι παρανομίας, αἷς ἄλλοι τε πολλοὶ κατὰ τῶν ἰδίων πολιτῶν ἐχρήσαντο καὶ Ταρκύνιος τελευτῶν, ἀλλὰ τὸ συνέδριον τῆς βουλῆς ἁπάντων ἀποδεῖξαι κύριον ὡς ἐν πολλαῖς τῶν Ἑλληνίδων πόλεων·

οἱ δὲ τούτων μὲν οὐδετέραν προῃροῦντο τῶν πολιτειῶν, δημοκρατίαν δὲ συνεβούλευον ὥσπερ Ἀθήνησι καταστῆσαι, τὰς ὕβρεις καὶ τὰς πλεονεξίας τῶν ὀλίγων προφερόμενοι καὶ τὰς στάσεις τὰς γινομένας τοῖς ταπεινοῖς πρὸς τοὺς ὑπερέχοντας

v.2p.119
ἐλευθέρᾳ τε πόλει τὴν ἰσονομίαν ἀποφαίνοντες ἀσφαλεστάτην οὖσαν καὶ πρεπωδεστάτην τῶν πολιτειῶν.