Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ εἰπὼν ἐκάλει καὶ τοὺς ἄλλους ἅπαντας ἐπὶ τὸν αὐτὸν ὅρκον· οἱ δʼ οὐδὲν ἔτι ἐνδοιάσαντες ἀνίσταντο καὶ τὸ ξίφος δεχόμενοι παρʼ ἀλλήλων ὤμνυον. γενομένων δὲ τῶν ὁρκωμοσιῶν μετὰ τοῦτʼ εὐθὺς ἐζήτουν, τίς ὁ τῆς ἐπιχειρήσεως ἔσται τρόπος. καὶ ὁ Βροῦτος αὐτοῖς ὑποτίθεται τοιάδε· πρῶτον μὲν διὰ φυλακῆς τὰς πύλας ἔχωμεν, ἵνα μηδὲν τῶν ἐν τῇ πόλει λεγομένων τε καὶ πραττομένων κατὰ τῆς τυραννίδος αἴσθηται Ταρκύνιος, πρὶν ἢ τὰ παρʼ ἡμῶν εὐτρεπῆ

γενέσθαι. ἔπειτα κομίσαντες τὸ σῶμα τῆς γυναικὸς ὡς ἔστιν αἵματι πεφυρμένον εἰς τὴν ἀγορὰν καὶ προθέντες ἐν φανερῷ συγκαλῶμεν τὸν δῆμον εἰς ἐκκλησίαν. ὅταν δὲ συνέλθῃ καὶ πλήθουσαν ἴδωμεν τὴν ἀγοράν, προελθὼν Λουκρήτιός τε καὶ Κολλατῖνος ἀποδυράσθωσαν τὰς ἑαυτῶν τύχας ἅπαντα τὰ γενόμενα φράσαντες.

ἔπειτα τῶν ἄλλων ἕκαστος παριὼν κατηγορείτω τῆς τυραννίδος καὶ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν

v.2p.117
παρακαλείτω. ἔσται δὲ πᾶσι Ῥωμαίοις κατʼ εὐχήν, ἐὰν ἴδωσιν ἡμᾶς τοὺς πατρικίους ἄρχοντας τῆς ἐλευθερίας· πολλὰ γὰρ καὶ δεινὰ πεπόνθασιν ὑπὸ τοῦ τυράννου καὶ μικρᾶς ἀφορμῆς δέονται. ὅταν δὲ λάβωμεν τὸ πλῆθος ὡρμημένον καταλῦσαι τὴν μοναρχίαν ψῆφόν τʼ αὐτοῖς ἀναδῶμεν ὑπὲρ τοῦ μηκέτι Ῥωμαίων Ταρκύνιον ἄρξειν καὶ τὸ περὶ τούτων δόγμα πρὸς τοὺς ἐπὶ στρατοπέδου διαπεμψώμεθα ἐν τάχει.

καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι.

ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε· περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις. ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν· ἡμῶν δʼ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει. ὁ δʼ ὑπολαβών· ἐγώ, φησίν, ὦ Οὐαλέριε.

τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν. ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτʼ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτʼ, εἰ γνοίην, χρησομένῳ· καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι.

v.2p.118