Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν ᾧ δὲ ταῦτʼ ἐπράττετο, θορύβου κατὰ τὴν πόλιν ὄντος ὡς ἐπὶ τοσούτῳ κακῷ μαθὼν τὰ γινόμενα διὰ γραμμάτων ὁ Ταρκύνιος παρῆν ἄγων τὴν δύναμιν καὶ περὶ μέσον νυκτὸς ἀγχοῦ τῆς πόλεως γενόμενος ἀνοιχθεισῶν τῶν πυλῶν ὑπὸ τῶν ἐπὶ τοῦτο

v.2p.98
παρεσκευασμένων εἰσελθὼν δίχα πόνου κύριος ἐγεγόνει τῆς πόλεως.

ὡς δʼ ἐγνώσθη τὸ πάθος ἁπάντων κατοδυρομένων ἑαυτοὺς οἵα πείσονται, σφαγάς τε καὶ ἀνδραποδισμοὺς καὶ πάντα ὅσα καταλαμβάνει δεινὰ τοὺς ὑπὸ τυράννων ἁλόντας προσδοκώντων, εἰ δὲ τὰ κράτιστα πράξειαν, δουλείας τε καὶ χρημάτων ἀφαιρέσεις καὶ τὰ ὅμοια τούτοις κατεψηφικότων, οὐδὲν ὁ Ταρκύνιος ὧν προσεδόκων τε καὶ ἐδεδοίκεσαν καίτοι πικρὸς ὀργὴν καὶ περὶ τὰς τιμωρίας τῶν ἐχθρῶν ἀπαραίτητος ὢν ἔδρασεν.

οὔτε γὰρ ἀπέκτεινεν οὐδένα Γαβίων οὔτʼ ἐξήλασε τῆς πόλεως οὔτʼ εἰς ἀτιμίαν ἢ χρημάτων ἀφαίρεσιν ἐζημίωσε, συγκαλέσας δʼ εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ βασιλικὸν ἐκ τυραννικοῦ τρόπου μεταλαβὼν τήν τε πόλιν αὐτοῖς ἔφη τὴν ἰδίαν ἀποδιδόναι καὶ τὰς οὐσίας, ἃς ἔχουσι, συγχωρεῖν καὶ σὺν τούτοις τὴν Ῥωμαίων ἰσοπολιτείαν ἅπασι χαρίζεσθαι, οὐ διʼ εὔνοιαν τὴν πρὸς τοὺς Γαβίους, ἀλλʼ ἵνα τὴν Ῥωμαίων ἡγεμονίαν ἐγκρατέστερον κατέχῃ ταῦτα πράττων· κρατίστην ἡγούμενος ἔσεσθαι φυλακὴν ἑαυτοῦ τε καὶ τῶν παίδων τὴν ἐκ τῶν παρʼ ἐλπίδας σεσωσμένων καὶ τὰ ἴδια πάντα κεκομισμένων πίστιν.

καὶ ἵνα μηδὲν αὐτοῖς ἔτι δεῖμα περὶ τοῦ μέλλοντος ὑπάρχῃ χρόνου μηδʼ ἐνδοιάζωσιν, εἰ βέβαια ταῦτα σφίσι διαμενεῖ, γράψας ἐφʼ οἷς ἔσονται δικαίοις φίλοι, τὰ περὶ τούτων ὅρκια συνετέλεσεν ἐπὶ τῆς ἐκκλησίας

v.2p.99
παραχρῆμα καὶ διωμόσατο κατὰ τῶν σφαγίων. τούτων ἐστὶ τῶν ὁρκίων μνημεῖον ἐν Ῥώμῃ κείμενον ἐν ἱερῷ Διὸς Πιστίου, ὃν Ῥωμαῖοι Σάγκον καλοῦσιν, ἀσπὶς ξυλίνη βύρσῃ βοείᾳ περίτονος τοῦ σφαγιασθέντος ἐπὶ τῶν ὁρκίων τότε βοός, γράμμασιν ἀρχαϊκοῖς ἐπιγεγραμμένη τὰς γενομένας αὐτοῖς ὁμολογίας. ταῦτα πράξας καὶ βασιλέα τῶν Γαβίων τὸν υἱὸν Σέξτον ἀποδείξας ἀπῆγε τὴν δύναμιν. ὁ μὲν δὴ πρὸς Γαβίους πόλεμος τοιούτου τέλους ἔτυχεν.