Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ ἡ πρώτη πεῖρα τῷ Ταρκυνίῳ κατὰ νοῦν ἐχώρησεν, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τοὺς ἐν Φιδήνῃ ἐστρατοπεδευκότας τῶν Σαβίνων, οἷς οὔπω δῆλος ἦν ὁ τῶν σφετέρων ὄλεθρος. ἔτυχον δὲ κἀκεῖνοι προεξεληλυθότες ἐκ τοῦ χάρακος καὶ ἤδη ὄντες ἐν ὁδῷ· ὡς δὴ πλησίον ἐγένοντο καὶ εἶδον ἐπὶ δορατίων ἀναπεπηγυίας τὰς κεφαλὰς τῶν σφετέρων ἡγεμόνων·

v.2p.90
προὔτεινον γὰρ αὐτὰς οἱ Ῥωμαῖοι καταπλήξεως τῶν πολεμίων ἕνεκα· μαθόντες, ὅτι διέφθαρται τὸ ἕτερον αὐτῶν στράτευμα, οὐδὲν ἔτι ἀπεδείξαντο γενναῖον ἔργον, ἀλλʼ εἰς ἱκεσίας καὶ δεήσεις τραπόμενοι παρέδοσαν ἑαυτούς.

οὕτω δʼ αἰσχρῶς καὶ κακῶς ἀμφοτέρων τῶν στρατοπέδων ἀναρπασθέντων εἰς στενὰς ἐλπίδας οἱ Σαβῖνοι κατακεκλεισμένοι καὶ περὶ τῶν πόλεων, μὴ ἐξ ἐφόδου καταληφθῶσι, δεδιότες ὑπὲρ εἰρήνης διεπρεσβεύοντο παραδιδόντες σφᾶς αὐτοὺς ὑπηκόους εἶναι Ταρκυνίου καὶ φόρου τὸ λοιπὸν ὑποτελεῖς. σπεισάμενος δὴ πρὸς αὐτοὺς τὸν πόλεμον καὶ ἐπὶ ταῖς αὐταῖς συνθήκαις παραλαβὼν τὰς πόλεις ἐπὶ Σύεσσαν ᾤχετο. ἐκεῖθεν δὲ τήν τε καταλειφθεῖσαν δύναμιν καὶ τὰ λάφυρα καὶ τὴν ἄλλην ἀποσκευὴν ἀναλαβὼν εἰς Ῥώμην ἀπῄει πλουτοῦσαν τὴν στρατιὰν ἀπάγων.

ἐποιήσατο δὲ καὶ μετὰ ταῦτα πολλὰς ἐξόδους ἐπὶ τὴν Οὐολούσκων χώραν τοτὲ μὲν ἁπάσῃ τῇ δυνάμει, τότε δὲ μέρει τινί, καὶ λείας πολλῆς ἐγένετο κύριος. ἤδη δὲ τῶν πλείστων αὐτῷ κατὰ νοῦν χωρούντων πόλεμος ἐκ τῶν ὁμόρων ἀνέστη χρόνῳ τε μακρός· ἔτη γὰρ ἑπτὰ συνεχῶς ἐπολεμήθη· καὶ παθήμασι χαλεποῖς καὶ ἀπροσδοκήτοις μέγας. ἀφʼ ὧν δʼ αἰτιῶν ἤρξατο καὶ

v.2p.91
τελευτῆς ὁποίας ἔτυχεν, ἐπειδὴ δολίῳ τʼ ἀπάτῃ καὶ στρατηγήματι παραδόξῳ κατειργάσθη, διʼ ὀλίγων ἐρῶ.