Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαύτης τελευτῆς ἔτυχε Τύλλιος ἔτη τετταράκοντα καὶ τέτταρα τὴν βασιλείαν κατασχών. τοῦτον τὸν ἄνδρα λέγουσι Ῥωμαῖοι πρῶτον τὰ πάτρια ἔθη καὶ νόμιμα κινῆσαι, τὴν ἀρχὴν λαβόντα οὐ παρὰ τῆς βουλῆς καὶ τοῦ δήμου, καθάπερ οἱ πρὸ αὐτοῦ πάντες, ἀλλὰ παρὰ μόνου τοῦ δήμου, δεκασμοῖς δὲ καὶ δωροδοκίαις καὶ ἄλλαις πολλαῖς κολακείαις ἐκθεραπεύσαντα τοὺς ἀπόρους· καὶ ἔχει τἀληθὲς οὕτως.

ἐν γὰρ τοῖς πρότερον χρόνοις, ὁπότε βασιλεὺς ἀποθάνοι, τὴν μὲν ἐξουσίαν ὁ δῆμος ἐδίδου τῷ συνεδρίῳ τῆς βουλῆς, οἵαν προέλοιτο καταστήσασθαι πολιτείαν· ἡ δὲ βουλὴ μεσοβασιλεῖς ἀπεδείκνυεν· ἐκεῖνοι δὲ τὸν ἄριστον ἄνδρα, εἴτʼ ἐκ τῶν ἐπιχωρίων, εἴτʼ ἐκ τῶν πολιτῶν, εἴτʼ ἐκ τῶν ξένων, βασιλέα καθίστασαν. εἰ

v.2p.72
μὲν οὖν ἥ τε βουλὴ τὸν αἱρεθέντα ὑπʼ αὐτῶν ἐδοκίμασε, καὶ ὁ δῆμος ἐπεψήφισε καὶ τὰ μαντεύματα ἐπεκύρωσε, παρελάμβανεν οὗτος τὴν ἀρχήν· ἐλλείποντος δέ τινος τούτων ἕτερον ὠνόμαζον, καὶ τρίτον, εἰ μὴ συμβαίη μηδὲ τῷ δευτέρῳ τά τε παρʼ ἀνθρώπων καὶ

τὰ παρὰ τῶν θεῶν ἀνεπίληπτα. ὁ δὲ Τύλλιος ἐπιτρόπου βασιλικοῦ σχῆμα κατʼ ἀρχὰς λαβών, ὡς εἴρηταί μοι πρότερον, ἔπειτα φιλανθρωπίαις τισὶ τὸν δῆμον οἰκειωσάμενος ὑπʼ ἐκείνου βασιλεὺς ἀπεδείχθη μόνου. ἐπιεικὴς δὲ καὶ μέτριος ἀνὴρ γενόμενος ἔλυσε τὰς ἐπὶ τῷ μὴ πάντα τὰ κατὰ τοὺς νόμους πρᾶξαι. διαβολὰς τοῖς μετὰ ταῦτʼ ἔργοις, παρέσχε τε πολλοῖς ὑπόληψιν ὡς, εἰ μὴ θᾶττον ἀνῃρέθη, μεταστήσων τὸ σχῆμα τῆς πολιτείας εἰς δημοκρατίαν.

καὶ ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ λέγεται τῶν πατρικίων αὐτῷ τινας συνεπιβουλεῦσαι· ἀδυνάτους δʼ ὄντας διʼ ἑτέρου τρόπου τὴν ἐξουσίαν αὐτοῦ καταλῦσαι καὶ Ταρκύνιον ἐπὶ τὰ πράγματα παραλαβεῖν καὶ συγκατασκευάσαι τὴν ἀρχὴν ἐκείνῳ, κακῶσαί τε βουλομένους τὸ δημοτικὸν ἰσχύος οὐ μικρᾶς ἐπειλημμένον ἐκ τῆς Τυλλίου πολιτείας, καὶ τὴν ἰδίαν ἀξίωσιν, ἣν πρότερον εἶχον, ἀναλαβεῖν.

θορύβου δὲ γενομένου πολλοῦ κατὰ τὴν πόλιν ὅλην καὶ οἰμωγῆς ἐπὶ τῷ Τυλλίου θανάτῳ δείσας ὁ Ταρκύνιος, εἰ διὰ τῆς ἀγορᾶς ὁ νεκρὸς φέροιτο, ὡς ἔστι Ῥωμαίοις ἔθος, τόν τε βασίλειον κόσμον ἔχων καὶ τἆλλʼ, ὅσα νόμος ἐπὶ ταφαῖς βασιλικαῖς μή τις εἰς ἑαυτὸν ὁρμὴ γένηται τοῦ δημοτικοῦ, πρὶν ἢ βεβαίως κρατύνασθαι

v.2p.73
τὴν ἀρχήν, οὐκ εἴασε τῶν νομίμων οὐδὲν αὐτῷ γενέσθαι· ἀλλʼ ἡ γυνὴ τοῦ Τυλλίου σὺν ὀλίγοις τισὶ τῶν φίλων, Ταρκυνίου θυγάτηρ οὖσα τοῦ προτέρου βασιλέως, νυκτὸς ἐκκομίζει τὸ σῶμα τῆς πόλεως, ὡς τῶν ἐπιτυχόντων τινός· καὶ πολλὰ μὲν τὸν ἑαυτῆς καὶ ἐκείνου δαίμονα κατοδυραμένη, μυρίας δὲ κατάρας τῷ τε γαμβρῷ καὶ τῇ θυγατρὶ καταρασαμένη κρύπτει γῇ τὸ σῶμα.

ἀπελθοῦσα δʼ ἀπὸ τοῦ σήματος οἴκαδε καὶ μίαν ἡμέραν ἐπιβιώσασα μετὰ τὴν ταφὴν τῇ κατόπιν νυκτὶ ἀποθνήσκει. τοῦ θανάτου δʼ ὁ τρόπος, ὅστις ἦν, ἠγνοεῖτο τοῖς πολλοῖς· ἔλεγον δʼ οἱ μὲν ὑπὸ λύπης αὐτοχειρίᾳ τὸ ζῆν προεμένην αὐτὴν ἀποθανεῖν· οἱ δʼ ὑπὸ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς ἀναιρεθῆναι τῆς εἰς τὸν ἄνδρα συμπαθείας τε καὶ εὐνοίας ἕνεκα. ταφῆς μὲν οὖν βασιλικῆς καὶ μνήματος ἐπιφανοῦς διὰ ταύτας τὰς αἰτίας οὐκ ἐξεγένετο τυχεῖν τῷ Τυλλίου σώματι, μνήμης δʼ αἰωνίου τοῖς ἔργοις αὐτοῦ παρὰ πάντα τὸν χρόνον ὑπάρχει τυγχάνειν.

ἐδήλωσε δέ τι καὶ ἄλλο δαιμόνιον ἔργον, ὅτι θεοφιλὴς ἦν ἁνήρ, ἐξ οὗ καὶ ἡ περὶ τῆς γενέσεως αὐτοῦ μυθικὴ καὶ ἄπιστος ὑπόληψις, ὥσπερ εἴρηταί μοι πρότερον, ἀληθὴς εἶναι ὑπὸ πολλῶν ἐπιστεύθη. ἐν γὰρ τῷ ναῷ τῆς Τύχης, ὃν αὐτὸς κατεσκεύασεν, εἰκὼν αὐτοῦ κειμένη ξυλίνη κατάχρυσος ἐμπρήσεως γενομένης καὶ τῶν ἄλλων ἁπάντων διαφθαρέντων μόνη διέμεινεν οὐδὲν λωβηθεῖσα ὑπὸ τοῦ πυρός. καὶ ἔτι νῦν ὁ μὲν νεὼς καὶ τὰ ἐν αὐτῷ πάντα,

v.2p.74
ὅσα μετὰ τὴν ἔμπρησιν εἰς τὸν ἀρχαῖον κόσμον ἐπετελέσθη φανερά, ὅτι τῆς καινῆς ἐστι τέχνης, ἡ δʼ εἰκών, οἵα πρότερον ἦν, ἀρχαικὴ τὴν κατασκευήν· διαμένει γὰρ ἔτι σεβασμοῦ τυγχάνουσα ὑπὸ Ῥωμαίων. καὶ περὶ μὲν Τυλλίου τοσαῦτα παρελάβομεν.