Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλʼ ἵνα ταῦτα πάντʼ ἀφῶ καὶ ὁμόσε χωρήσω τοῖς σοῖς λόγοις, εἴ σε παρακαταθήκην παππῴαν ἀπεστέρουν καὶ παρὰ πάντα τὰ ἐν ἀνθρώποις δίκαια τὴν σὴν βασιλείαν κατεῖχον, ἐχρῆν σε παραγενόμενον ἐπὶ τοὺς δεδωκότας μοι τὴν ἐξουσίαν ἀγανακτεῖν καὶ κατηγορεῖν ἐμοῦ τε, ὅτι τὰ μὴ προσήκοντα κατέχω, καὶ τῶν δεδωκότων, ὅτι τἀλλότρια ἐχαρίσαντό μοι· ῥᾳδίως γὰρ ἂν ἔπεισας αὐτούς, εἴ τι δίκαιον εἶχες λέγειν.

εἰ δὲ τούτῳ μὲν οὐκ ἐπίστευες τῷ λόγῳ, οὐ δικαίως δʼ ἄρχεσθαι τὴν πόλιν ἐνόμιζες ὑπʼ ἐμοῦ καὶ σεαυτὸν ἐπιτηδειότερον εἶναι τὴν ἐπιμέλειαν τῶν κοινῶν παραλαβεῖν, ἐκεῖνα ποιεῖν σοι προσῆκεν· ἐξέτασιν τῶν ἐμῶν ποιησάμενον ἁμαρτημάτων καὶ τὰς σαυτοῦ πράξεις ἐξαριθμησάμενον καλεῖν με εἰς διαδικασίαν· ὧν οὐδέτερον ἐποίησας, ἀλλὰ τοσούτοις χρόνοις

v.2p.64
ὕστερον ὥσπερ ἐκ μακρᾶς ἀνανήψας μέθης νῦν ἥκεις μου κατηγορῶν καὶ οὐδὲ νῦν, ὅπου δεῖ.

οὐ γὰρ ἐνθάδε σοι ταῦτα προσήκει λέγειν· καὶ μηδὲν ἀχθεσθῆτέ μοι ταῦτα λέγοντι, ὦ βουλή· οὐ γὰρ ὑμῶν ἀφαιρούμενος τὴν διάγνωσιν, ἀλλὰ τὴν τούτου συκοφαντίαν ἐπιδείξασθαι βουλόμενος ταῦτα λέγω· προειπόντα δέ σʼ ἔδει μοι τὸν δῆμον εἰς ἐκκλησίαν συναγαγεῖν κἀκεῖ μου κατηγορεῖν. πλὴν ἐπεὶ σὺ τοῦτο πέφευγας, ἐγὼ περὶ σοῦ ποιήσω καὶ συγκαλέσας τὸν δῆμον παρέξομαί σοι δικαστὴν ὧν ἄν μου κατηγορήσῃς, καὶ ἀποδώσω πάλιν αὐτῷ διαγνῶναι, πότερος ἡμῶν ἐπιτηδειότερός ἐστιν ἔχειν τὴν ἀρχήν· καὶ ὅ τι ἂν ἅπαντες οὗτοι γνῶσι πράττειν με δεῖν, ποιήσω.

καὶ πρὸς μὲν σὲ ταῦθʼ ἱκανά· ἐν ἴσῳ γάρ ἐστι τό τε πολλὰ δίκαια πρὸς τοὺς ἀγνώμονας ἀντιδίκους λέγειν καὶ τὸ ὀλίγα· τὸ γὰρ πεῖσον αὐτοὺς εἶναι χρηστοὺς οὐ πεφύκασι φέρειν οἱ λόγοι.