Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

λέγει πρὸς αὐτὸν ὁ Ταρκύνιος· βραχύς ἐστιν ὁ παρʼ ἐμοῦ λόγος, ὦ Τύλλιε, καὶ δίκαιος· καὶ διὰ τοῦτο προειλόμην αὐτὸν εἰς τούτους ἐκφέρειν. Ταρκύνιος ἐμὸς ὢν πάππος ἐκτήσατο τὴν Ῥωμαίων ἀρχὴν πολλοὺς καὶ μεγάλους ἀγῶνας ὑπὲρ αὐτῆς ἀράμενος· ἐκείνου τελευτήσαντος ἐγὼ διάδοχός εἰμι κατὰ τοὺς κοινοὺς ἁπάντων Ἑλλήνων τε καὶ βαρβάρων νόμους·

v.2p.58
καὶ προσήκει μοι καθάπερ καὶ τοῖς ἄλλοις τοῖς διαδεχομένοις τὰ παππῷα, μὴ μόνον τῶν χρημάτων, ἀλλὰ

καὶ τῆς βασιλείας αὐτοῦ κληρονομεῖν. σὺ δὲ τὰ μὲν χρήματα τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ παραδέδωκάς μοι, τὴν δὲ βασιλείαν ἀποστερεῖς με καὶ τοσοῦτον ἤδη κατέχεις χρόνον, οὐκ ἐκ τοῦ δικαίου λαβών· οὔτε γὰρ μεσοβασιλεῖς σε ἀπέδειξαν, οὔτε ἡ βουλὴ ψῆφον ὑπὲρ σοῦ διήνεγκεν, οὔτε ἀρχαιρεσίαις νομίμοις τῆς ἐξουσίας ταύτης ἔτυχες, ὡς ὁ πάππος τε οὑμὸς καὶ πάντες οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς· ἀλλὰ τὸ ἀνέστιον καὶ ἄπορον καὶ πρὸς καταδίκας ἢ χρέα τὴν ἐπιτιμίαν ἀπολωλεκὸς φῦλον, ᾧ τῶν κοινῶν οὐδενὸς ἔμελε, καταμισθοδοτήσας καὶ πάντα τρόπον διαφθείρας, καὶ οὐδὲ τότε μέντοι σαυτῷ πράττειν τὴν δυναστείαν λέγων, ἀλλʼ ἡμῖν φυλάξειν σκηπτόμενος ὀρφανοῖς οὖσι καὶ νηπίοις, ἐπὶ τὰ πράγματα παρῆλθες καὶ πάντων ἀκουόντων ὡμολόγεις, ὅταν ἀνδρωθῶμεν ἡμεῖς, ἐμοὶ

παραδώσειν ὄντι πρεσβυτέρῳ τὴν ἀρχήν. ἐχρῆν μὲν οὖν σε, εἰ τὰ δίκαια ποιεῖν ἤθελες, ὅτε μοι τὸν οἶκον τοῦ πάππου παρεδίδους, ἅμα τοῖς χρήμασι καὶ τὴν βασιλείαν ἀποδεδωκέναι παραδείγμασι χρώμενον τοῖς τῶν καλῶν καὶ ἀγαθῶν ἐπιτρόπων ἔργοις, ὅσοι βασιλικοὺς παῖδας ὀρφανοὺς πατέρων παραλαβόντες εἰς ἄνδρας ἐλθοῦσιν ὀρθῶς καὶ δικαίως τὰς πατρῴας καὶ

προγονικὰς ἀπέδωκαν ἀρχάς· εἰ δὲ μήπω σοι φρονεῖν τὰ καθήκοντα ἐφαινόμην, ἀλλʼ ἔτι διὰ τὸ νέον τῆς ἡλικίας οὐχ ἱκανὸς εἶναι πόλιν τηλικαύτην διοικεῖν, ὅτʼ εἰς τὴν κρατίστην παρεγενόμην τοῦ σώματος καὶ

v.2p.59
τῆς φρονήσεως ἀκμὴν τριάκοντα γεγονὼς ἔτη, μετὰ τοῦ γάμου τῆς θυγατρὸς καὶ τὰ τῆς πόλεως ἐγχειρίσαι πράγματα· ταύτην γέ τοι τὴν ἡλικίαν ἔχων καὶ σὺ τόν τʼ οἶκον τὸν ἡμέτερον ἐπιτροπεύειν ἤρξω καὶ τῆς βασιλείας ἐπιμελεῖσθαι.