Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τὴν ταρκυνίου τελευτὴν αἱ παραδοῦσαι τὴν ἡγεμονίαν ἐκείνῳ πόλεις οὐκέτι φυλάττειν ἐβούλοντο τὰς ὁμολογίας Τυλλίῳ τʼ οὐκ ἀξιοῦσαι ταπεινῷ κατὰ γένος ὄντι ὑπακούειν, καὶ τὴν διαφορὰν τῶν πατρικίων τὴν πρὸς τὸν ἡγεμόνα γενομένην μεγάλην σφίσιν ὠφέλειαν παρέξειν νομίζουσαι.

ἤρξαντο δὲ τῆς ἀποστάσεως οἱ καλούμενοι Οὐιεντανοὶ καὶ τοῖς ἐλθοῦσι παρὰ τοῦ Τυλλίου πρεσβευταῖς ἀπεκρίναντο μηδεμίαν εἶναί σφισι πρὸς ἐκεῖνον μήθʼ ὑπὲρ ἡγεμονίας παραχωρήσεως μήτε περὶ φιλίας καὶ συμμαχίας συνθήκην. ἀρξάντων δὲ τούτων Καιρητανοί τʼ ἠκολούθησαν καὶ Ταρκυνιῆται, καὶ τελευτῶσα ἐν ὅπλοις ἦν ἅπασα ἡ Τυρρηνία.

οὗτος ὁ πόλεμος εἴκοσι διέμεινεν ἔτη συνεχῶς πολεμούμενος εἰσβολάς τε πολλὰς ἀμφοτέρων μεγάλοις στρατεύμασι ποιουμένων εἰς τὴν

v.2p.50
ἀλλήλων καὶ παρατάξεις ἄλλας ἐπʼ ἄλλαις συνισταμένων. ἐν ἁπάσαις δὲ ταῖς μάχαις κατορθῶν ὁ Τύλλιος, ὅσαι κατὰ πόλεις τε καὶ πρὸς ὅλον τὸ ἔθνος αὐτῷ συνέστησαν, καὶ τρισὶν ἐπιφανεστάτοις κοσμηθεὶς θριάμβοις τελευτῶν ἠνάγκασε τοὺς οὐκ ἀξιοῦντας ἄρχεσθαι τὸν χαλινὸν ἑκόντας λαβεῖν.

εἰκοστῷ δʼ οὖν ἔτει συνελθοῦσαι πάλιν αἱ δώδεκα πόλεις ἐξανηλωμέναι τῷ πολέμῳ τά τε σώματα καὶ τὰ χρήματα γνώμην ἔσχον παραδοῦναι Ῥωμαίοις τὴν ἡγεμονίαν ἐφʼ οἷς πρότερον ἐψηφίσαντο. καὶ παρῆσαν ἀπὸ πάσης πόλεως οἱ προχειρισθέντες σὺν ἱκετηρίαις ἐπιτρέποντες Τυλλίῳ τὰς πόλεις καὶ μηδὲν ἀνήκεστον βουλεῦσαι περὶ αὐτῶν ἀξιοῦντες.

Τύλλιος δὲ τῆς μὲν ἀφροσύνης ἕνεκα καὶ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων, οὓς ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν παρέβησαν τὰ συγκείμενα, πολλῶν αὐτοὺς ἔφη τιμωριῶν ἀξίους εἶναι καὶ μεγάλων· τῆς δὲ Ῥωμαίων ἐπιεικείας καὶ μετριότητος, ἐπειδὴ συγγνόντες ἀδικεῖν στέμμασι καὶ λιτανείαις παρῃτοῦντο

τὴν ὀργήν, οὐδὲν ἐν τῷ παρόντι ἀτυχήσειν. ταῦτʼ εἰπὼν καταλύεται τὸν πρὸς αὐτοὺς πόλεμον, ταῖς μὲν ἄλλαις πόλεσιν ἁπλῶς καὶ δίχα ὀργῆς μνησικάκου πολιτεύεσθαί τʼ ἀποδοὺς ὡς πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαις ἐν ταῖς γραφείσαις πρὸς αὐτὰς συνθήκαις ὑπὸ βασιλέως Ταρκυνίου· τρεῖς δʼ ἐξ αὐτῶν πόλεις, αἳ προεξανέστησάν τε καὶ τὰς ἄλλας ἐπηγάγοντο

v.2p.51
κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺς καὶ Ταρκυνιήτας καὶ Οὐιεντανούς, ἀφαιρέσει χώρας τιμωρησάμενος, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖς νεωστὶ προσεληλυθόσι πρὸς τὴν πολιτείαν.

ταῦτα διαπραξάμενος ἐν εἰρήνῃ τε καὶ κατὰ πολέμους καὶ ναοὺς δύο κατασκευασάμενος Τύχης, ᾗ παρὰ πάντα τὸν βίον ἔδοξεν ἀγαθῇ κεχρῆσθαι, τὸν μὲν ἐν ἀγορᾷ τῇ καλουμένῃ Βοαρίᾳ, τὸν δʼ ἕτερον ἐπὶ ταῖς ἠιόσι τοῦ Τεβέριος, ἣν ἀνδρείαν προσηγόρευσεν, ὡς καὶ νῦν ὑπὸ Ῥωμαίων καλεῖται· ἡλικίας τε προβεβηκὼς ἐπὶ πολὺ καὶ τῆς κατὰ φύσιν τελευτῆς οὐ μακρὰν ἀπέχων, ἐπιβουλευθεὶς ὑπὸ Ταρκυνίου τε τοῦ γαμβροῦ καὶ τῆς ἑαυτοῦ θυγατρὸς ἀποθνήσκει. διηγήσομαι δὲ καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον μικρὰ τῶν ἔμπροσθεν γενομένων ἀναλαβών.