Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτα λέγοντος αὐτοῦ πολὺς ἔπαινος ἐκ τῆς ἐκκλησίας ἐγένετο τῶν μέν, ὅτι πιστὸς ἦν καὶ δίκαιος περὶ τοὺς εὐεργέτας, ἐπαινούντων, τῶν δʼ, ὅτι φιλάνθρωπος καὶ μεγαλόψυχος εἰς τοὺς ἀπόρους, τῶν δʼ, ὡς μέτριος καὶ δημοτικὸς πρὸς τοὺς ταπεινοτέρους, ἁπάντων δʼ, ὅτι νόμιμος καὶ δίκαιος ἄρχων, ἀγαπώντων

v.2p.20

τε καὶ τεθαυμακότων. διαλυθείσης δὲ τῆς ἐκκλησίας ταῖς ἑξῆς ἡμέραις ἀπογράφεσθαι κελεύσας τοὺς ὑποχρέους, ὅσοι τὴν πίστιν ἀδύνατοι ἦσαν φυλάττειν, τίσιν ὀφείλουσι καὶ πόσον ἕκαστος, ἐπειδὴ τὰς ἀπογραφὰς ἔλαβε, τραπέζας θεὶς ἐν ἀγορᾷ πάντων ὁρώντων ἀπηρίθμει τοῖς δανεισταῖς τὰ χρέα.

ταῦτα διαπραξάμενος ἐξέθηκεν ἐν φανερῷ διάταγμα βασιλικόν, ἐκχωρεῖν τῆς δημοσίας γῆς τοὺς καρπουμένους τε καὶ ἰδίᾳ κατέχοντας αὐτὴν ἐν ὡρισμένῳ τινὶ χρόνῳ, καὶ τοὺς οὐδένα κλῆρον ἔχοντας τῶν πολιτῶν πρὸς ἑαυτὸν ἀπογράφεσθαι· νόμους τε συνέγραφεν οὓς μὲν ἐκ τῶν ἀρχαίων καὶ παρημελημένων ἀνανεούμενος, οὓς Ῥωμύλος τʼ εἰσηγήσατο καὶ Νόμας Πομπίλιος, οὓς δʼ

αὐτὸς καθιστάμενος. ταῦτα δʼ αὐτοῦ πολιτευομένου χαλεπῶς ἔφερον οἱ πατρίκιοι καταλυομένην τὴν δυναστείαν τῆς βουλῆς ὁρῶντες καὶ λογισμοὺς οὐκέτι τοὺς αὐτούς, ἀλλʼ ἐναντίους τοῖς προτέροις ἐλάμβανον.

ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν· τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν. εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών· ἐὰν δʼ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν

v.2p.21
τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν. ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν.

ἀλλʼ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων· οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων. κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ τὴν πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης. ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.