Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

v.2p.1
βασιλεὺς μὲν δὴ Ταρκύνιος οὐ μικρῶν οὐδʼ ὀλίγων Ῥωμαίοις ἀγαθῶν αἴτιος γενόμενος, ὀκτὼ καὶ τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχὼν οὕτω τελευτᾷ υἱωνούς τε δύο καταλιπὼν νηπίσυς καὶ δύο θυγατέρας ἀνδράσιν ἤδη συνοικούσας. διάδοχος δὲ τῆς ἡγεμονίας ὁ γαμβρὸς αὐτοῦ γίνεται Τύλλιος ἐνιαυτῷ τετάρτῳ τῆς πεντηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἐπιτελίδης Λάκων ἄρχοντος Ἀθήνησιν Ἀρχεστρατίδου·
v.2p.2
περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ καὶ τίνας ἀπεδείξατο πράξεις ἰδιώτης ὢν ἔτι καὶ πρὶν ἐπὶ τὴν δυναστείαν παρελθεῖν.

τὰ μὲν οὖν περὶ τοῦ γένους αὐτοῦ λεγόμενα, οἷς μάλιστʼ ἔγωγε συγκατατίθεμαι, τοιαῦτʼ ἐστίν. ἐν Κορνικόλῳ πόλει τοῦ Λατίνων ἔθνους ἀνήρ τις ἐκ τοῦ βασιλείου γένους Τύλλιος ὄνομα γυναικὶ συνῆν Ὀκρισίᾳ καλλίστῃ τε καὶ σωφρονεστάτῃ τῶν ἐν Κορνικόλῳ γυναικῶν. αὐτὸς μὲν οὖν ὁ Τύλλιος, ὅθʼ ἡ πόλις ὑπὸ Ῥωμαίων κατελαμβάνετο, μαχόμενος ἀποθνήσκει, τὴν δʼ Ὀκρισίαν ἐγκύμονα οὖσαν ἐξαίρετον ἐκ τῶν λαφύρων λαμβάνει Ταρκύνιος ὁ βασιλεὺς καὶ δίδωσι δωρεὰν τῇ ἑαυτοῦ γυναικί. μαθοῦσα δʼ ἐκείνη πάντα τὰ περὶ τὴν ἄνθρωπον οὐ πολλοῖς χρόνοις ὕστερον ἐλευθέραν αὐτὴν ἀφίησι καὶ πασῶν μάλιστα γυναικῶν ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν.

ἐκ ταύτης γίνεται τῆς Ὀκρισίας ἔτι δουλευούσης παιδίον, ᾧ τίθεται τραφέντι ἡ μήτηρ τὸ μὲν ἴδιόν τε καὶ συγγενικὸν ὄνομα Τύλλιον ἐπὶ τοῦ πατρός, τὸ δὲ κοινὸν καὶ προσηγορικὸν Σερούιον ἐπὶ τῆς ἰδίας τύχης, ὅτι δουλεύουσα ἔτεκεν αὐτόν. εἴη δʼ ἂν ὁ Σερούιος εἰς τὴν Ἑλληνικὴν διάλεκτον μεταβιβαζόμενος Δούλιος.