Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πρότεροι δὲ πρεσβεύεσθαι περὶ διαλλαγῶν

v.1p.284
οὐκ ἠξιοῦμεν, ἐπείπερ οὐδʼ ἤρξαμεν αὐτοὶ πρότεροι τοῦ πολέμου, ἄρξαντας δὲ ἠμυνάμεθα. ἀποτιθεμένων δὲ ὑμῶν τὰ ὅπλα δεχόμεθα τὰς προκλήσεις ἄσμενοι καὶ περὶ διαλλαγῶν οὐδὲν ἀκριβολογούμεθα, ἀλλὰ τὰς κρατίστας τε καὶ μεγαλοψυχοτάτας δεχόμεθα πᾶν ἀδίκημα καὶ πᾶν ἁμάρτημα τῆς Ἀλβανῶν πόλεως ἀφιέντες, εἰ δὴ καὶ κοινὰ χρὴ καλεῖν πόλεως ἁμαρτήματα, ὧν ὁ στρατηγὸς ὑμῶν Κλοίλιος αἴτιος ἦν, ὃς ὑπὲρ ἀμφοτέρων ἡμῶν οὐ μεμπτὰς τέτικε δίκας τοῖς θεοῖς.

ἀφείσθω δὴ πᾶσα ἐγκλήματος ἰδίου τε καὶ κοινοῦ πρόφασις καὶ μηδενὸς ἔτι μνήμη τῶν παρεληλυθότων ἔστω κακῶν, ὡς καὶ σοί, ὦ Φουφέττιε, δοκεῖ· ἀλλʼ οὐκ ἀπόχρη τοῦτο μόνον ἡμᾶς σκοπεῖν, ὅπως ἂν τὴν παροῦσαν ἔχθραν διαλυσαίμεθα πρὸς ἀλλήλους, ἀλλʼ ὅπως μηδʼ αὖθίς ποτε πολεμήσομεν ἔτι δεῖ παρασκευάσασθαι· οὐ γὰρ ἀναβολὰς ποιησόμενοι τῶν κακῶν συνεληλύθαμεν, ἀλλʼ ἀπαλλαγάς. τίς οὖν ἡ βεβαία τοῦ πολέμου κατάλυσις ἔσται καὶ τί παρασχόντες εἰς τὰ πράγματα ἑκάτεροι νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον ἐσόμεθα φίλοι, σὺ μὲν παρέλιπες, ὦ Φουφέττιε, ἐγὼ δʼ ἔτι καὶ τοῦτο προσθεῖναι πειράσομαι.

εἰ παύσαιντο μὲν Ἀλβανοὶ φθονοῦντες Ῥωμαίοις ἐφʼ οἷς ἔχουσιν ἀγαθοῖς, οὐκ ἄνευ μεγάλων κινδύνων καὶ πόνων πολλῶν αὐτὰ κτησάμενοι, ʽοὐθὲν γοῦν πεπονθότες ὑφʼ ἡμῶν οὔτε μεῖζον οὔτε ἔλαττον κακὸν διὰ τοῦτο μισεῖτε ἡμᾶς, ὅτι

v.1p.285
δοκοῦμεν ἄμεινον ὑμῶν πράττεινʼ παύσαιντο δὲ Ῥωμαῖοι δι’ ὑποψίας ἔχοντες Ἀλβανοὺς ὡς ἐπιβουλεύοντας ἀεί σφισι καὶ φυλαττόμενοι καθάπερ ἐχθρούς· οὐ γὰρ ἂν γένοιτο βεβαίως φίλος τῷ μισοῦντι οὐδείς.

πῶς οὖν γενήσεται τούτων ἑκάτερον; οὐκ ἐὰν γράψωμεν αὐτὰ ἐν ταῖς ὁμολογίαις οὐδʼ ἐὰν ὀμόσωμεν ἀμφότεροι καθʼ ἱερῶν, ʽμικραὶ γὰρ αὗταί γε αἱ φυλακαὶ καὶ ἀσθενεῖσʼ ἀλλʼ ἐὰν κοινὰς ἡγησώμεθα τὰς ἀλλήλων τύχας. ἓν γάρ ἐστι μόνον, ὦ Φουφέττιε, λύπης ἀνθρωπίνης ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς γινομένης ἄκος, τὸ μηκέτι τοὺς φθονοῦντας ἀλλότρια τὰ τῶν φθονουμένων ἀγαθὰ ἡγεῖσθαι.

ἵνα δὴ τοῦτο γένηται, Ῥωμαίους μὲν οἶμαι δεῖν εἰς τὸ κοινὸν Ἀλβανοῖς θεῖναι πάντα ὅσα τε νῦν ἔχουσι καὶ αὖθις ἕξουσιν ἀγαθά, Ἀλβανοὺς δὲ ἀγαπητῶς τὰ διδόμενα δέχεσθαι καὶ γενέσθαι μάλιστα μὲν ἅπαντας ὑμᾶς, εἰ δὲ μή γε τοὺς πλείστους τε καὶ ἀρίστους ὑμῶν τῆς Ῥωμαίων πόλεως οἰκήτορας. οὐ γὰρ δὴ Σαβίνοις μὲν καὶ Τυρρηνοῖς καλῶς εἶχεν ἐκλιποῦσι τὰς ἑαυτῶν πόλεις μεταθέσθαι τοὺς βίους ὡς ἡμᾶς, ὑμῖν δὲ ἄρα τοῖς συγγενεστάτοις τὸ αὐτὸ τοῦτο γενόμενον οὐχ ἕξει καλῶς;

εἰ δʼ οὐκ ἀξιώσετε μίαν οἰκεῖν πόλιν τὴν ἡμετέραν μεγάλην τε οὖσαν ἤδη καὶ ἔτι μᾶλλον ἐσομένην, ἀλλὰ φιλοχωρήσετε τοῖς πατρῴοις ἐφεστίοις, ἐκεῖνό γέ τοι ποιήσατε· βουλευτήριον ἓν ἀποδείξατε, ὃ τὰ συμφέροντα ὑπὲρ ἑκατέρας βουλεύσει πόλεως,

v.1p.286
καὶ τὴν ἡγεμονίαν ἀπόδοτε μιᾷ τῇ κρείττονι πόλει καὶ πλείονα δυναμένῃ ποιεῖν ἀγαθὰ τὴν ἥττονα. ἐγὼ μὲν δὴ ταῦτʼ ἀξιῶ καὶ τούτων γενομένων τόθʼ ἡγοῦμαι βεβαίως ἡμᾶς ἔσεσθαι φίλους, δύο δὲ πόλεις οἰκοῦντας ἰσοκορύφους ὥσπερ νῦν οὐδέποτε ὁμονοήσειν.