Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα δὴ μαθὼν ὁ Φουφέττιος ἔτι μᾶλλον ἔσπευσε ποιήσασθαι τὰς διαλύσεις, ὡς οὐδὲ αἱρέσεως ἔτι τοῦ μὴ ταῦτα πράττειν σφίσι καταλειπομένης. ἐγεγόνει δὲ καὶ τῷ βασιλεῖ τῶν Ῥωμαίων ὑπὲρ τῆς συνωμοσίας ταύτης ἡ μήνυσις παρὰ τῶν ἐκ Φιδήνης φίλων, ὥστʼ οὐδʼ αὐτὸς ἔτι διαμελλήσας δέχεται τὰς τοῦ Φουφεττίου προκλήσεις. ἐπεὶ δὲ συνῆλθον εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἐπαγόμενοι συμβούλους ἑκάτεροι τοὺς φρονῆσαι τὰ δέοντα ἱκανούς, ἀσπασάμενοι πρῶτον ἀλλήλους ὡς πρότερον εἰώθεσαν καὶ φιλοφρονηθέντες τὰς ἑταιρικάς τε καὶ συγγενικὰς φιλοφροσύνας διελέγοντο περὶ τῶν διαλύσεων.

ἤρχετο δʼ ὁ Ἀλβανὸς πρότερος τοιάδε λέγων· ἀναγκαῖον εἶναί μοι δοκεῖ τὰς αἰτίας πρῶτον ἐπιδεῖξαι, δι’ ὰς ἐγὼ πρῶτος ἠξίωσα περὶ καταλύσεως τοῦ πολέμου διαλέγεσθαι, οὔτε μάχῃ κρατηθεὶς ὑφʼ ὑμῶν οὔτʼ ἐπισιτισμοὺς εἰσάγεσθαι κωλυόμενος οὔτε εἰς ἄλλην κατακεκλεισμένος ἀνάγκην οὐδεμίαν, ἵνα μή με ὑπολάβητε τῆς μὲν οἰκείας δυνάμεως ἀσθένειαν κατεγνωκότα, τὴν δὲ ὑμετέραν ἰσχὺν δυσκαταγώνιστον εἶναι νομίζοντα εὐπρεπῆ ζητεῖν ἀπαλλαγὴν τοῦ πολέμου. ἀφόρητοι γὰρ ἂν γένοισθε ὑπὸ βαρύτητος, εἴ τι πεισθείητε περὶ ἡμῶν τοιοῦτον, καὶ οὐθὲν ἂν τῶν μετρίων ὑπομείναιτε ποιεῖν, ὡς κρατοῦντες

v.1p.280

ἤδη τῷ πολέμῳ. ἵνα δὴ μὴ τὰς ψευδεῖς αἰτίας εἰκάζητε περὶ τῆς ἐμῆς προαιρέσεως, διʼ ἃς ἀξιῶ καταλύσασθαι τὸν πόλεμον, ἀκούσατε τὰς ἀληθεῖς· ἐγὼ στρατηγὸς ἀποδειχθεὶς ὑπὸ τῆς πατρίδος αὐτοκράτωρ ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἐσκόπουν τίνες ἦσαν αἱ συνταράξασαι τὰς πόλεις ἡμῶν προφάσεις. ὁρῶν δὲ μικρὰς καὶ φαύλας καὶ οὐχ ἱκανὰς διελεῖν τοσαύτην φιλίαν καὶ συγγένειαν οὐ τὰ κράτιστα ἡγούμην οὔτε Ἀλβανοὺς οὔτε ὑμᾶς βουλεύσασθαι.

ἔτι δὲ μᾶλλον ἔγνων τοῦτο καὶ πολλὴν κατέγνων ἀμφοτέρων ἡμῶν μανίαν, ἐπειδὴ παρῆλθον ἐπὶ τὰ πράγματα καὶ πεῖραν ἐλάμβανον τῆς ἑκάστου προαιρέσεως. οὔτε γὰρ ἐν τοῖς ἰδίοις οὔτʼ ἐν τοῖς κοινοῖς συλλόγοις ὁμονοοῦντας ὑπὲρ τοῦ πολέμου πάντας Ἀλβανοὺς ἑώρων, μακρῷ δέ τινι τῶν ἐξ ἀνθρωπίνου λογισμοῦ καταλαμβανομένων χαλεπῶν τὰ δαιμόνια σημεῖα, ὁπότε χρησαίμην σφαγίοις περὶ μάχης, χαλεπώτερα γινόμενα πολλὴν δυσθυμίαν παρεῖχέ μοι καὶ ἀμηχανίαν.

ἐνθυμούμενος δὴ ταῦτα τῆς μὲν ἐπὶ τοὺς ἀγῶνας ὁρμῆς ἐπέσχον, ἀναβολὰς δὲ καὶ διατριβὰς ἐποιούμην τοῦ πολέμου προτέρους ὑμᾶς οἰόμενος ἄρξειν τῶν περὶ φιλίας λόγων· καὶ ἔδει γε, ὦ Τύλλε, τοῦτο ποιεῖν ὑμᾶς ἀποίκους ὄντας ἡμῶν καὶ μὴ περιμένειν ἕως ἡ μητρόπολις ἄρξῃ. ὅσης γὰρ ἀξιοῦσι τιμῆς τυγχάνειν οἱ πατέρες παρὰ τῶν ἐκγόνων, τοσαύτης οἱ κτίσαντες τὰς πόλεις παρὰ τῶν ἀποίκων.

ἐν ᾧ δὲ ἡμεῖς ἐμέλλομεν καὶ παρετηροῦμεν ἀλλήλους,

v.1p.281
πότεροι τῶν εὐγνωμόνων ἄρξουσι λόγων, ἑτέρα τις ἡμᾶς ἀνάγκη κρείττων ἅπαντος ἀνθρωπίνου λογισμοῦ περιλαβοῦσα συνάγει· ἣν ἐγὼ πυθόμενος ἔτι λανθάνουσαν ὑμᾶς οὐκέτʼ ᾠόμην δεῖν τῆς εὐπρεπείας τῶν διαλλαγῶν στοχάζεσθαι. δειναὶ γὰρ, ὦ Τύλλε, μηχαναὶ πλέκονται καθʼ ἡμῶν καὶ δόλος ἄφυκτος ἔρραπται κατʼ ἀμφοτέρων, ὃς ἔμελλεν ἀκονιτὶ καὶ δίχα πόνου πάντα συντρίψειν καὶ διαφθερεῖν ἡμῶν τὰ

πράγματα πυρὸς ἢ ποταμοῦ δίκην ἐμπεσών. δημιουργοὶ δὲ τῶν ἀνοσίων βουλευμάτων εἰσὶν οἱ δυνατώτατοι Φιδηναίων τε καὶ Οὐιεντανῶν συνελθόντες. ὅστις δὲ ὁ τῆς ἐπιβουλῆς αὐτῶν τρόπος ἦν καὶ πόθεν εἰς ἐμὲ ἡ τῶν ἀπορρήτων βουλευμάτων γνῶσις ἐλήλυθεν ἀκούσατε.