Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύταις ταῖς τιμαῖς ὁ Ταρκύνιος οὐκ εὐθὺς ἐχρήσατο λαβών, ὡς οἱ πλεῖστοι γράφουσι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἀλλʼ ἀποδοὺς τῇ τε βουλῇ καὶ τῷ δήμῳ τὴν διάγνωσιν εἰ ληπτέον αὐτά, ἐπειδὴ πᾶσι βουλομένοις ἦν, τότε προσεδέξατο καὶ πάντα τὸν ἐξ ἐκείνου χρόνον ἕως εἰς τὸ χρεὼν μετέστη στέφανόν τε χρύσεον ἐφόρει καὶ πορφυρᾶν ἐσθῆτα ποικίλην ἠμπίσχετο καὶ σκῆπτρον ἐλεφάντινον ἔχων ἐπὶ θρόνου ἐκαθέζετο ἐλεφαντίνου, καὶ οἱ δώδεκα ῥαβδοῦχοι τοὺς πελέκεις φέροντες ἅμα ταῖς ῥάβδοις δικάζοντί τε αὐτῷ παρίσταντο καὶ πορευομένου προηγοῦντο.

οὗτος ὁ κόσμος ἅπας καὶ τοῖς μετʼ ἐκεῖνον τὴν βασιλικὴν ἀρχὴν ἔχουσι παρέμεινε καὶ μετὰ τὴν ἐκβολὴν τῶν βασιλέων τοῖς κατʼ ἐνιαυτὸν ὑπάτοις ἔξω τοῦ στεφάνου καὶ τῆς ποικίλης ἐσθῆτος· ταῦτα δʼ αὐτῶν ἀφῃρέθη μόνα φορτικὰ δόξαντα εἶναι καὶ ἐπίφθονα. πλὴν ὅταν ἐκ πολέμου νίκην κατάγοντες θριάμβου παρὰ τῆς βουλῆς ἀξιωθῶσι, τότε καὶ χρυσοφοροῦσι καὶ ποικίλαις ἁλουργίσιν ἀμφιέννυνται. ὁ μὲν οὖν πρὸς τοὺς Τυρρηνοὺς συστὰς Ταρκυνίῳ πόλεμος ἔτη κατασχὼν ἐννέα τοιαύτην ἔσχε τὴν συντέλειαν.

ἑνὸς δὲ καταλειπομένου τοῦ Σαβίνων

v.1p.385
ἔθνους ἀντιπάλου Ῥωμαίοις ὑπὲρ τῆς ἀρχῆς ἄνδρας τε μαχητὰς ἔχοντος καὶ χώραν νεμομένου πολλὴν καὶ ἀγαθὴν καὶ τῆς Ῥώμης οὐ πρόσω κειμένην, πολλὴν ἔσχεν ὁ Ταρκύνιος προθυμίαν καὶ τούτους ὑπαγαγέσθαι καὶ προεῖπεν αὐτοῖς τὸν πόλεμον ἐγκαλῶν ταῖς πόλεσιν, ὅτι τοὺς ὑποσχομένους Τυρρηνοῖς ἐὰν ἀφίκωνται στρατὸν ἄγοντες εἰς τὴν χώραν αὐτῶν ἐκείνοις μὲν φίλας, Ῥωμαίοις δʼ ἐχθρὰς ποιήσειν τὰς σφετέρας πατρίδας οὐκ ἐβούλοντο ἐκδοῦναι.