Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν δὲ τούτῳ καὶ ἡ πεζὴ τῶν Ῥωμαίων δύναμις ἀναλαβοῦσα ἑαυτὴν ἐκ τοῦ προτέρου δείματος εἰς ἀντίπαλα ἐχώρει, καὶ μετὰ τοῦτο φόνος τε πολὺς τῶν Τυρρηνῶν ἐγίνετο καὶ τροπὴ τοῦ δεξιοῦ κέρατος παντελής. Ταρκύνιος δὲ τοῖς ἡγεμόσι τῶν πεζῶν ἀκολουθεῖν κελεύσας ἐν κόσμῳ καὶ βάδην αὐτὸς ἐπὶ τὸ στρατόπεδον ἐχώρει τὸ τῶν πολεμίων ἐλαύνων τοὺς ἵππους ἀνὰ κράτος, φθάσας δὲ τοὺς ἐκ τῆς τροπῆς ἀνασωζομένους ἐγκρατὴς γίνεται τοῦ χάρακος

v.1p.373
εὐθὺς ἐξ ἐφόδου. οἱ γὰρ ἐν αὐτῷ καταλειφθέντες οὔτε τὴν κατασχοῦσαν τοὺς σφετέρους συμφορὰν προεγνωκότες οὔτε τοὺς προσιόντας ἱππεῖς γνωρίσαι διὰ τὸ αἰφνίδιον τῆς ἐφόδου δυνηθέντες εἴασαν αὐτοὺς παρελθεῖν.

ἁλούσης δὲ τῆς παρασκευῆς τῶν Λατίνων οἱ μὲν ἀναχωροῦντες ἐκ τῆς τροπῆς ὡς εἰς ἀσφαλῆ καταφυγὴν ὑπὸ τῶν καταλαβομένων αὐτὴν ἱππέων ἀπώλλυντο, οἱ δʼ ἐκ τοῦ στρατοπέδου φεύγειν ὁρμήσαντες εἰς τὸ πεδίον ὑπὸ τῆς Ῥωμαϊκῆς φάλαγγος ὁμόσε χωρούσης ἀπέθνησκον, οἱ δὲ πλείους αὐτῶν ὠθούμενοί τε ὑπʼ ἀλλήλων καὶ καταπατούμενοι περὶ τοῖς σκόλοψιν ἢ κατὰ τὰς τάφρους τὸν οἴκτιστόν τε καὶ ἀγεννέστατον τρόπον διεφθάρησαν· ὥστʼ ἠναγκάσθησαν οἱ περιλειπόμενοι τῆς σωτηρίας οὐδένα πόρον εὑρεῖν δυνάμενοι παραδοῦναι τοῖς κεκρατηκόσιν ἑαυτούς.

γενόμενος δὲ ὁ Ταρκύνιος πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατὴς τοὺς μὲν αἰχμαλώτους ἀπέδοτο, τὰ δʼ ἐν τῷ χάρακι καταληφθέντα τοῖς στρατιώταις ἐχαρίσατο.