Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύταις ἐπαρθέντες ταῖς ἐλπίσιν οἱ Λατῖνοι παρασκευασάμενοι δύναμιν οἰκείαν συχνὴν καὶ τὴν παρὰ Τυρρηνῶν προσλαβόντες εἰς τὴν Ῥωμαίων γῆν ἐνέβαλον, καὶ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τοῦ Σαβίνων ἔθνους αἱ τοῦ πολέμου κοινωνήσειν αὐτοῖς ὑποσχόμεναι πόλεις τὴν προσόμουρον κυροῦσαν αὐταῖς χώραν ἐδῄουν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς παρασκευασάμενος καὶ αὐτὸς ἐν τῷ μεταξὺ χρόνῳ πολλὴν καὶ ἀγαθὴν δύναμιν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους διὰ

ταχέων. Σαβίνοις μὲν οὖν ἅμα καὶ Λατίνοις πολεμεῖν καὶ διαιρεῖν εἰς δύο μέρη τὴν δύναμιν οὐκ ἀσφαλὲς

v.1p.371
ὑπέλαβεν εἶναι, ἅπασαν δὲ τὴν στρατιὰν ἐπὶ Λατίνους ἄγειν ἐβουλεύσατο καὶ τίθεται πλησίον αὐτῶν τὸν χάρακα. κατʼ ἀρχὰς μὲν οὖν ὀκνηρῶς εἶχον ἑκάτεροι πάσαις ἀποκινδυνεῦσαι ταῖς δυνάμεσι δεδιότες τὰς ἀλλήλων παρασκευάς, ἀκροβολισμοὺς δὲ κατιόντες ἐκ τῶν ἐρυμάτων οἱ ψιλοὶ παρʼ ἑκατέρων συνεχεῖς ἐποιοῦντο καὶ ἦσαν ὡς τὰ πολλὰ ἰσόμαχοι·

χρόνῳ δʼ ὕστερον ἐμπεσούσης ἀμφοτέροις ἐκ τῶν τοιούτων ἁψιμαχιῶν φιλονεικίας ἐπιβοηθοῦντες ἑκάτεροι τοῖς σφετέροις, ὀλίγοι μὲν τὸ πρῶτον, ἔπειτα σύμπαντες ἠναγκάσθησαν ἐκ τῶν στρατοπέδων προελθεῖν. καὶ καταστάντες εἰς μάχην ἄνδρες οὔτε πολεμικῶν ἀγώνων ἀτριβεῖς οὔτε πλήθει πολὺ ἀποδέοντες ἀλλήλων πεζοί τε καὶ ἱππεῖς προθυμίᾳ τε ὡρμημένοι πρὸς τὸν πόλεμον ὁμοίᾳ καὶ κινδύνων τὸν ἔσχατον ἀναρριπτεῖν νομίσαντες ἠγωνίσαντο μὲν ἀμφότεροι λόγου ἀξίως, διεκρίθησαν δὲ ἀπʼ ἀλλήλων ἰσόμαχοι νυκτὸς ἐπιλαβούσης.

ἡ μέντοι μετὰ τὸν ἀγῶνα διάνοια ἑκατέρων οὐχ ὁμοία γενομένη φανεροὺς ἐποίησε τοὺς κρεῖττον ἀγωνισαμένους τῶν ἑτέρων· τῇ γὰρ ἑξῆς ἡμέρᾳ Λατῖνοι μὲν οὐκέτι προῄεσαν ἐκ τοῦ χάρακος, ὅ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐξαγαγὼν τὰς δυνάμεις εἰς τὸ πεδίον ἕτοιμος ἦν ἑτέραν ποιεῖσθαι μάχην καὶ μέχρι πολλοῦ κατέσχεν ἐν τάξει τὴν φάλαγγα. ὡς δʼ οὐκ ἀντεπεξῄεσαν οἱ πολέμιοι, σκυλεύσας αὐτῶν τοὺς νεκροὺς καὶ τοὺς ἰδίους ἀνελόμενος σὺν πολλῷ αὐχήματι ἀπῆγε τὴν στρατιὰν ἐπὶ τὸν ἑαυτοῦ χάρακα.

v.1p.372