Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ Κορνικολανοὶ πολὺν μὲν χρόνον ἀντεῖχον ἀνδρείως ἀπομαχόμενοι καὶ πολλὰς τοῖς προσβαλοῦσι πληγὰς ἔδωκαν, κάμνοντες δὲ τῇ συνεχείᾳ τῶν πόνων καὶ οὐδὲ τὴν αὐτὴν ἔτι γνώμην ἅπαντες φυλάττοντες ʽτοῖς μὲν γὰρ ἐδόκει παραδιδόναι τὴν πόλιν, τοῖς δὲ μέχρι παντὸς ἀντέχεινʼ διʼ αὐτὸ τὸ στασιάζειν μάλιστα καταπονούμενοι κατὰ κράτος ἑάλωσαν.

τὸ μὲν οὖν κράτιστον αὐτῶν μέρος ἐν τῇ καταλήψει τῆς πόλεως μαχόμενον διεφθάρη, τὸ δὲ ἀγεννὲς καὶ διὰ τοῦτο σωθὲν ἐν ἀνδραπόδων ἐπράθη λόγῳ γυναιξὶν ὁμοῦ καὶ τέκνοις, ἡ δὲ πόλις αὐτῶν διαρπασθεῖσα ὑπὸ τῶν κεκρατηκότων ἐνεπρήσθη.

ἐφʼ οἷς οἱ Λατῖνοι χαλεπῶς φέροντες ἐψηφίσαντο κοινῇ στρατιὰν ἐπὶ Ῥωμαίους ἐξαγαγεῖν καὶ παρασκευασάμενοι πολλὴν δύναμιν εἰς τὴν κρατίστην χώραν αὐτῶν ἐνέβαλον, ἐξ ἧς αἰχμαλώτους τε πολλοὺς ἀπήγαγον καὶ λείας ἐγένοντο μεγάλης κύριοι. βασιλεὺς δὲ Ταρκύνιος ἐξῆλθε

v.1p.369
μὲν ἐπʼ αὐτοὺς τὴν εὔζωνόν τε καὶ ἐν ἑτοίμῳ δύναμιν ἐπαγόμενος, οὐκέτι δὲ καταλαβεῖν αὐτοὺς φθάσας εἰς τὴν ἐκείνων χώραν ἐνέβαλε καὶ τὰ ὅμοια διέθηκε.

τοιαῦτα συνέβαινε πολλὰ παραλλὰξ ἑκατέροις ἐπὶ τὰς ὁμόρους χώρας ἐκστρατευομένοις ἐλαττώματά τε καὶ πλεονεκτήματα, μία δὲ αὐτῶν ἐκ παρατάξεως ἐγένετο μάχη Φιδήνης πόλεως πλησίον ἁπάσαις συμβαλόντων ταῖς δυνάμεσιν, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον ἀμφοτέρων, ἐνίκησαν δὲ Ῥωμαῖοι καὶ τοὺς Λατίνους ἠνάγκασαν λιπόντας τὸν χάρακα νύκτωρ εἰς τὰς ἑαυτῶν πόλεις ἀπελθεῖν.