Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ʽοὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον· οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι·

οἱ δὲ ὑπὸ λύπης τε καὶ ἀμηχανίας κρατούμενον ἑκουσίῳ χρήσασθαι τελευτῇ αὐτὸν ἔφασαν, ἐπειδὴ πάντα χαλεπὰ καὶ ἄπορα συνέβαινεν αὐτῷ καὶ οὐδὲν ἐχώρει κατὰ νοῦν τῶν ἐν ἀρχαῖς, ὅτε εἰς τὰ πράγματα εἰσῄει, προσδοκηθέντων· τοῖς δʼ ἐκτὸς οὖσι φιλίας τε καὶ ἔχθρας τῆς πρὸς τὸν στρατηγὸν

v.1p.276
καὶ ἀπὸ παντὸς τοῦ βελτίστου κρίνουσι τὸ συμβεβηκὸς οὔτε ἡ θεία νέμεσις οὔτε ὁ τῶν ἀντιπολιτευομένων φθόνος οὔθʼ ἡ τῶν πραγμάτων ἀπόγνωσις ἀνῃρηκέναι τὸν ἄνδρα ἐδόκει, ἀλλʼ ἡ τῆς φύσεως ἀνάγκη καὶ τὸ χρεὼν ὡς ἐκπεπληρωκότα τὴν ὀφειλομένην μοῖραν, ἧς ἅπασι τοῖς γινομένοις πέπρωται τυχεῖν.

Κλοίλιος μὲν δὴ πρὶν ἢ γενναῖον ἀποδείξασθαί τι τοιαύτης τελευτῆς ἔτυχεν, εἰς δὲ τὸν ἐκείνου τόπον ἀποδείκνυται στρατηγὸς αὐτοκράτωρ ὑπὸ τῶν ἐπὶ στρατοπέδου Μέττιος Φουφέττιος, ἀνὴρ οὔτε πολέμου ἡγεμὼν ἱκανὸς οὔτε εἰρήνης βέβαιος φύλαξ, ὃς οὐδενὸς ἧττον Ἀλβανῶν πρόθυμος ὢν κατʼ ἀρχὰς διαστῆσαι τὰς πόλεις καὶ διὰ τοῦτο τῆς ἀρχῆς μετὰ τὸν Κλοιλίου θάνατον ἀξιωθείς, ἐπειδὴ τῆς ἡγεμονίας ἔτυχε καὶ ὅσα ἦν ἐν τοῖς πράγμασι δυσχερῆ καὶ ἄπορα συνεῖδεν, οὐκέτι διέμεινεν ἐπὶ τοῖς αὐτοῖς βουλεύμασιν, ἀλλʼ εἰς ἀναβολὰς καὶ διατριβὰς ἄγειν ἠξίου τὰ πράγματα ὁρῶν οὔτε τοὺς Ἀλβανοὺς ἅπαντας ὁμοίαν ἔχοντας ἔτι προθυμίαν πρὸς πόλεμον οὔτε τὰ σφάγια ὁπότε θύοιτο περὶ μάχης καλὰ γινόμενα·

τελευτῶν δὲ καὶ εἰς καταλλαγὰς ἔγνω προκαλεῖσθαι τοὺς πολεμίους πρότερος ἐπικηρυκευσάμενος, μαθὼν τὸν ἐπικρεμάμενον ἔξωθεν Ἀλβανοῖς τε καὶ Ῥωμαίοις κίνδυνον, εἰ μὴ σπείσονται τὸν πρὸς ἀλλήλους πόλεμον, ἀφύλακτον ὄντα, ὃς ἔμελλεν ἀμφοτέρας ἀναρπάσασθαι τὰς δυνάμεις. ἦν δὲ τοιός2δε·

v.1p.277