Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ περιχαρὴς τῷ σημείῳ γενόμενος ἐπειδὴ ταῖς πύλαις ἤδη συνήγγιζεν, εὐξάμενος τοῖς θεοῖς ἐπιτελῆ γενέσθαι τὰ μαντεύματα καὶ σὺν ἀγαθαῖς εἰσελθεῖν τύχαις παρῆλθεν εἰς τὴν πόλιν· καὶ μετὰ τοῦτο συνελθὼν εἰς λόγους Μαρκίῳ τῷ βασιλεῖ πρῶτον μὲν ἑαυτὸν ἐδήλωσεν ὅστις ἦν, ἔπειθʼ ὅτι κατοικεῖν ἐν τῇ πόλει βουλόμενος παρείη πᾶσαν τὴν πατρικὴν οὐσίαν ἐπαγόμενος, ἣν εἰς τὸ κοινὸν ἔφη τῷ βασιλεῖ καὶ τῇ Ῥωμαίων πόλει τιθέναι μείζονα οὖσαν ἢ κατʼ ἰδιώτην ἄνδρα κεκτῆσθαι.

ἀσμένως δὲ τοῦ βασιλέως αὐτὸν ὑποδεξαμένου καὶ καταχωρίσαντος ἅμα τοῖς συμπαροῦσιν αὐτῷ Τυρρηνῶν εἰς φυλήν τε καὶ φρατρίαν, οἰκίαν τε κατασκευάζεται

v.1p.364
τόπον διαλαχὼν τῆς πόλεως τὸν ἀρκοῦντα καὶ γῆς λαμβάνει κλῆρον. ἐπεὶ δὲ ταῦτα διῳκήσατο καὶ τῶν ἀστῶν εἷς ἐγεγόνει, μαθὼν ὅτι Ῥωμαίων ἑκάστῳ κοινόν τʼ ὄνομα κεῖται καὶ μετὰ τὸ κοινὸν ἕτερον, ὃ δὴ συγγενικὸν αὐτοῖς ἐστι καὶ πατρωνυμικόν, ἐξομοιοῦσθαι καὶ κατὰ τοῦτο αὐτοῖς βουλόμενος Λεύκιον μὲν ἀντὶ Λοκόμωνος ἑαυτῷ τίθεται τὸ κοινὸν ὄνομα, Ταρκύνιον δὲ τὸ συγγενικὸν ἐπὶ τῆς πόλεως ἐν ᾗ γενέσεώς τε καὶ τροφῆς ἔτυχε·

βασιλέως τε φίλος ἐν ὀλίγῳ πάνυ χρόνῳ γίνεται δῶρα διδούς, ὧν αὐτὸν ἐν χρείᾳ μάλιστα γινόμενον ᾐσθάνετο καὶ χρήματα παρέχων εἰς τὰς πολεμικὰς χρείας ὅσων ἐδεῖτο, ἐν δὲ ταῖς στρατείαις ἁπάντων κράτιστα πεζῶν τε καὶ ἱππέων ἀγωνιζόμενος γνώμης τε ὅπου δεήσειεν ἀγαθῆς ἐν τοῖς πάνυ φρονίμοις τῶν συμβούλων ἀριθμούμενος.

γενόμενος δὲ παρὰ τῷ βασιλεῖ τίμιος οὐδὲ τῆς ἄλλων Ῥωμαίων εὐνοίας διήμαρτεν, ἀλλὰ καὶ τῶν πατρικίων πολλοὺς ταῖς εὐεργεσίαις ὑπηγάγετο καὶ τὸ δημοτικὸν πλῆθος οἰκείως ἔχειν ἑαυτῷ παρεσκεύασεν εὐπροσηγόροις τε ἀσπασμοῖς καὶ κεχαρισμέναις ὁμιλίαις καὶ χρημάτων μεταδόσει καὶ ταῖς ἄλλαις φιλοφροσύναις.