Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τοῦτο γίνονται Λατίνων τε καὶ Ῥωμαίων μεγάλαις δυνάμεσι παραταξαμένων μάχαι διτταί. τῇ μὲν οὖν προτέρᾳ μέχρι πολλοῦ διαγωνισάμενοι καὶ δόξαντες ἰσόρροποι γεγονέναι διεκρίθησαν καὶ ἐπὶ τοὺς ἰδίους ἑκάτεροι χάρακας ἀπηλλάγησαν, τῇ δʼ ὑστέρᾳ Ῥωμαῖοι νικῶσι τοὺς Λατίνους καὶ μέχρι

v.1p.352

στρατοπέδου διώκουσι. μετὰ δὲ τὰς μάχας ταύτας ἀγὼν μὲν ἐκ παρατάξεως οὐδεὶς αὐτοῖς ἔτι πρὸς ἀλλήλους συνέστη, καταδρομαὶ δὲ τῆς ὁμόρου χώρας ὑπʼ ἀμφοτέρων ἐγίνοντο συνεχεῖς καὶ συμπλοκαὶ τῶν περιπόλων τῆς γῆς ἱππέων τε καὶ ψιλῶν, ἐν αἷς ἐπεκράτουν ὡς τὰ πολλὰ Ῥωμαῖοι δύναμιν ὕπαιθρον ἔχοντες ἐν τοῖς ἐπικαίροις φρουρίοις ὑποκαθημένην,

ἧς ὁ Τυρρηνὸς Ταρκύνιος ἡγεῖτο. ἀπέστησαν δὲ καὶ Φιδηναῖοι Ῥωμαίων κατὰ τοὺς αὐτοὺς χρόνους οὐκ ἐκ τοῦ φανεροῦ τὸν πόλεμον ἀναδείξαντες, ἀλλὰ κατʼ ὀλίγους καὶ κρύφα τὴν χώραν αὐτῶν καταδρομαῖς κακουργοῦντες· ἐφʼ οὓς ὁ Μάρκιος εὐζώνῳ στρατιᾷ ἐλάσας, πρὶν ἢ παρασκευάσασθαι τοὺς Φιδηναίους τὰ πρὸς τὸν πόλεμον, ἐγγὺς τῆς πόλεως τίθεται τὸν χάρακα.

οἱ δὲ κατʼ ἀρχὰς μὲν ἀγνοεῖν ἐσκήπτοντο ἀντὶ ποίων ἀδικημάτων στρατὸς ἐπʼ αὐτοὺς Ῥωμαίων ἀφῖκται, τοῦ δὲ βασιλέως εἰπόντος ὅτι δίκας παρʼ αὐτῶν ἥκει ληψόμενος ὧν διήρπασάν τε καὶ κατέβλαψαν αὐτοῦ τὴν γῆν, ἀπελογοῦντο προς ταῦτα ὡς οὐ τὸ κοινὸν αἴτιον εἴη τῶν ἀδικημάτων, καὶ χρόνον ᾐτοῦντο εἰς διάγνωσίν τε καὶ ζήτησιν τῶν ἐνόχων ταῖς αἰτίαις καὶ πολλὰς κατέτριψαν ἡμέρας πράττοντες μὲν οὐδὲν τῶν δεόντων, ἐπικαλούμενοι δὲ κρύφα τοὺς συμμάχους καὶ περὶ κατασκευὴν ὅπλων γινόμενοι.