Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα καθιστάμενος τὰ πολιτεύματα καὶ διὰ παντὸς μάλιστα ἐλπίσας ἄνευ πολέμου καὶ κακῶν ἅπαντα τὸν βίον διατελέσειν, ὥσπερ ὁ μητροπάτωρ, οὐκ ἔσχεν ὁμοίαν τῇ προαιρέσει τὴν τύχην, ἀλλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην πολεμιστὴς ἠναγκάσθη γενέσθαι καὶ μηδένα χρόνον ἄνευ κινδύνου καὶ ταραχῆς βιῶσαι.

εὐθὺς γὰρ ἅμα τῷ παρελθεῖν αὐτὸν ἐπὶ τὴν ἡγεμονίαν καὶ τὴν ἀπράγμονα καθίστασθαι πολιτείαν καταφρονήσαντες αὐτοῦ Λατῖνοι καὶ νομίσαντες διʼ ἀνανδρίαν οὐχ ἱκανὸν εἶναι πολέμους στρατηγεῖν, λῃστήρια διέπεμπον εἰς τὴν ὁμοροῦσαν αὐτοῖς ἕκαστοι χώραν, ὑφʼ ὧν πολλοὶ Ῥωμαίων ἐβλάπτοντο.

ἀφικομένων δὲ παρὰ τοῦ βασιλέως πρεσβευτῶν καὶ τὰ δίκαια Ῥωμαίοις ἀξιούντων ὑπέχειν κατὰ τὰς συνθήκας, οὔτε γινώσκειν ἐσκήπτοντο τῶν περὶ τὰ λῃστήρια κατηγορουμένων οὐδὲν ὡς οὐ μετὰ κοινῆς γνώμης γεγονότων οὔτε ὑπόδικοι γενέσθαι Ῥωμαίοις περὶ οὐθενὸς πράγματος· οὐδὲ γὰρ πρὸς ἐκείνους ποιήσασθαι τὰς συνθήκας, ἀλλὰ πρὸς Τύλλον, τελευτήσαντος

v.1p.350
δὲ τοῦ Τύλλου λελύσθαι σφίσι τὰς περὶ τῆς εἰρήνης ὁμολογίας.

ἀναγκασθεὶς δὴ διὰ ταύτας τὰς αἰτίας καὶ ἀποκρίσεις τῶν Λατίνων ὁ Μάρκιος ἐξάγει στρατιὰν ἐπʼ αὐτοὺς καὶ προσκαθεζόμενος τῇ πόλει αὐτῶν Πολιτωρίῳ, πρὶν ἐπικουρίαν τινὰ τοῖς πολιορκουμένοις ἐκ τῶν ἄλλων ἀφικέσθαι Λατίνων, παραλαμβάνει τὴν πόλιν καθʼ ὁμολογίας· οὐ μέντοι διέθηκε τοὺς ἀνθρώπους δεινὸν οὐθέν, ἀλλʼ ἔχοντας τὰ σφέτερα πανδημεὶ μετήγαγεν εἰς Ῥώμην καὶ κατένειμεν εἰς φυλάς.