Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπὶ τούτοις καταλυσάμενοι τὸν πόλεμον οἱ Σαβῖνοι καὶ τῶν ὁμολογιῶν στήλας ἀντιγράφους θέντες ἐν τοῖς ἱεροῖς, ἐπειδὴ συνέστη Ῥωμαίοις πρὸς τὰς Λατίνων πόλεις κοινῇ συνηρπαγμένας πόλεμος οὐ ῥᾴδιος ἐν ὀλίγῳ καθαιρεθῆναι χρόνῳ ʽδι’ ἃς

v.1p.342
δὲ αἰτίας ὀλίγῳ ὕστερον ἐρὦ, δεξάμενοι τὸ συμβὰν ἀγαπητῶς ὅρκων μὲν ἐκείνων καὶ συνθηκῶν ὥσπερ οὐδὲ γεγενημένων ἐπελάθοντο, καιρὸν δὲ νομίσαντες ἐπιτήδειον ἔχειν ὧν ἐξέτισαν Ῥωμαίοις χρημάτων πολλαπλάσια παρʼ αὐτῶν ἀπολαβεῖν, ὀλίγοι μὲν τὸ πρῶτον καὶ ἀφανῶς ἐξιόντες ἐληίζοντο τὴν ὅμορον·

ἔπειτα δὲ πολλοὶ συνιόντες καὶ ἐκ τοῦ φανεροῦ, ἐπεὶ τὰ πρῶτα κατὰ γνώμην αὐτοῖς ἐχώρησεν οὐδεμιᾶς ἐπὶ τὴν φυλακὴν τῶν γεωργῶν ἀφικομένης βοηθείας, καταφρονήσαντες τῶν πολεμίων ἐπʼ αὐτὴν διενοοῦντο τὴν Ῥώμην ἐλαύνειν καὶ συνῆγον ἐξ ἁπάσης πόλεως στρατόν, διελέγοντο δὲ καὶ ταῖς Λατίνων πόλεσι περὶ

συμμαχίας. οὐ μὴν ἐξεγένετό γε αὐτοῖς φιλίαν τε καὶ ὁμαιχμίαν ποιήσασθαι πρὸς τὸ ἔθνος· μαθὼν γὰρ τὴν διάνοιαν αὐτῶν ὁ Τύλλος ἀνοχὰς πρὸς Λατίνους ποιησάμενος ἐπὶ τούτους ἔγνω στρατὸν ἐξάγειν τήν τε Ῥωμαίων ἅπασαν δύναμιν καθοπλίσας διπλασίαν οὖσαν ἤδη τῆς πρότερον, ἐξ οὗ τὴν Ἀλβανῶν πόλιν προσέλαβε, καὶ ἀπὸ τῶν ἄλλων συμμάχων ἐπικουρικὸν ὅσον πλεῖστον ἐδύνατο μεταπεμψάμενος.

συνῆκτο δὲ καὶ τοῖς Σαβίνοις ἤδη τὸ στράτευμα, καὶ ἐπειδὴ πλησίον ἀλλήλων ἐγένοντο περὶ τὴν καλουμένην ὕλην κακοῦργον ὀλίγον τὸ μεταξὺ χωρίον ἀφέντες κατεστρατοπεδεύσαντο. τῇ δʼ ἑξῆς ἡμέρᾳ συμπεσόντες ἐμάχοντο καὶ ἦσαν ἰσόρροποι μέχρι πολλοῦ· ἤδη δὲ περὶ δείλην ὀψίαν ἐγκλίνουσιν οἱ Σαβῖνοι

v.1p.343
βιασθέντες ὑπὸ τοῦ Ῥωμαίων ἱππικοῦ καὶ πολὺς αὐτῶν γίνεται φόνος ἐν τῇ φυγῇ, Ῥωμαῖοι δὲ νεκρούς τε τῶν πολεμίων σκυλεύσαντες καὶ χρήματα ὅσα ἦν ἐν τῷ χάρακι διαρπάσαντες τῆς τε χώρας τὴν κρατίστην λεηλατήσαντες ἀπῄεσαν ἐπʼ οἴκου. τοῦτο τὸ τέλος ἔλαβεν ὁ συμβὰς Ῥωμαίοις πρὸς Σαβίνους πόλεμος ἐπὶ τῆς Τύλλου ἀρχῆς.