Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Τύλλος ἐν τῷ Οὐιεντανῶν χάρακι μείνας ἄχρι πρώτης φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπʼ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει·

καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους

v.1p.327
καὶ τοὺς Φιδηναίους διηγεῖται. τέλος δὴ τὸ κράτιστον εἰληφότος τοῦ πολέμου τὰ λοιπὰ ἤδη σκοπεῖν αὐτοὺς ἠξίου, τίνα χρὴ τρόπον τιμωρήσασθαι μὲν τοὺς προδότας, σωφρονεστέραν δὲ τὴν Ἀλβανῶν ἀποδοῦναι πόλιν εἰς τὸ λοιπόν.

τὸ μὲν οὖν τιμωρήσασθαι τοὺς ἐπιχειρήσαντας ἔργοις ἀνοσίοις πᾶσιν ἐδόκει δίκαιόν τε καὶ ἀναγκαῖον εἶναι, ὃν δὲ τρόπον τοῦτο γένοιτʼ ἂν ῥᾷστα καὶ ἀσφαλέστατα πολλὴν αὐτοῖς παρεῖχεν ἀπορίαν. ἀδήλῳ μὲν γὰρ καὶ λεληθότι μόρῳ πολλοὺς καὶ ἀγαθοὺς Ἀλβανῶν ἄνδρας διαχειρίσασθαι τῶν ἀδυνάτων αὐτοῖς ἐφαίνετο εἶναι· εἰ δὲ φανερῶς συλλαμβάνειν καὶ τιμωρεῖσθαι τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπιχειρήσειαν, οὐ περιόψεσθαι τοὺς Ἀλβανοὺς ὑπελάμβανον, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρήσειν. ἅμα δὲ πολεμεῖν Φιδηναίοις τε καὶ Τυρρηνοῖς καὶ τοῖς ἐπὶ τὴν συμμαχίαν σφῶν συνεληλυθόσιν Ἀλβανοῖς οὐκ ἐβούλοντο. ἀπορουμένων δʼ αὐτῶν τελευταῖος ἀποδείκνυται γνώμην ὁ Τύλλος, ἣν ἅπαντες ἐπῄνεσαν, ὑπὲρ ἧς μετὰ μικρὸν ἐρῶ.