Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ· καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.

ὁ δὲ Ἀλβανὸς ἐπειδὴ λαμπρῶς ἤδη νικῶντας ἐθεάσατο τοὺς ἀμφὶ τὸν Τύλλον, καταβιβάσας καὶ αὐτὸς ἀπὸ τῶν ὑψηλῶν τὴν οἰκείαν δύναμιν ἐπὶ τοὺς φεύγοντας τῶν Φιδηναίων ἐχώρει, ἵνα δὴ τοῖς Ῥωμαίοις γένοιτο πᾶσι φανερὸς ἔργον τι ποιῶν συμμάχου καὶ συχνοὺς τῶν διεσκεδασμένων ἐν τῇ φυγῇ

διέφθειρε. συνεὶς δὲ τὴν διάνοιαν αὐτοῦ καὶ μισήσας τὴν παλινπροδοσίαν ὁ Τύλλος οὐδὲν ἐξελέγχειν ᾤετο

v.1p.326
δεῖν κατὰ τὸ παρόν, ἕως ἂν ὑφʼ ἑαυτῷ ποιήσηται τὸν ἄνδρα, ἀλλʼ ἐπαινεῖν τε τὴν ἀναχώρησιν αὐτοῦ τὴν ἐπὶ τὰ μετέωρα πρὸς πολλοὺς τῶν παρόντων ὡς ἀπὸ παντὸς τοῦ βελτίστου γενομένην ἐσκήπτετο καὶ τῶν ἱππέων μοῖράν τινα πέμψας ὡς αὐτὸν ἠξίου τελείαν ἀποδείξασθαι τὴν προθυμίαν, τοὺς μὴ δυνηθέντας εἰς τὰ τείχη τῶν Φιδηναίων καταφεύγειν ἀλλʼ ἐσκεδασμένους ἀνὰ τὴν χώραν συχνοὺς ὄντας κελεύων διερευνώμενον ἀποκτείνειν.

κἀκεῖνος ὡς θάτερον ὧν ἤλπισε διαπεπραγμένος καὶ λεληθὼς τὸν Τύλλον ἔχαιρέ τε καὶ μέχρι πολλοῦ καθιππεύων τὰ πεδία τοὺς καταλαμβανομένους διέφθειρεν, ἤδη δὲ δεδυκότος ἡλίου τοὺς ἱππέας ἧκεν ἄγων ἐπὶ τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν ἐκ τοῦ διωγμοῦ καὶ τὴν ἐπελθοῦσαν νύκτα ἐν εὐπαθείαις ἅμα τοῖς ἑταίροις ἦν.

ὁ δὲ Τύλλος ἐν τῷ Οὐιεντανῶν χάρακι μείνας ἄχρι πρώτης φυλακῆς καὶ τοὺς ἐπιφανεστάτους τῶν αἰχμαλώτων ἀνακρίνας, τίνες ἦσαν οἱ τῆς ἀποστάσεως ἡγεμόνες, ὡς ἔμαθε καὶ τὸν Ἀλβανὸν Μέττιον Φουφέττιον ἐν τοῖς συνομοσαμένοις ὑπάρχοντα, δόξας συνᾴδειν τὰ πραχθέντα ὑπʼ αὐτοῦ τοῖς μηνυομένοις ὑπὸ τῶν αἰχμαλώτων ἀναβὰς ἐπὶ τὸν ἵππον καὶ τοὺς πιστοτάτους τῶν ἑταίρων παραλαβὼν πρὸς τὴν πόλιν ἀφιππεύει·

καὶ πρὸ μέσων νυκτῶν ἐκ τῶν οἰκιῶν τοὺς βουλευτὰς συγκαλέσας τήν τε προδοσίαν αὐτοῖς λέγει τὴν τοῦ Ἀλβανοῦ μάρτυρας τοὺς αἰχμαλώτους παρασχόμενος καὶ ὃν τρόπον αὐτὸς κατεστρατήγησε τούς τε πολεμίους

v.1p.327
καὶ τοὺς Φιδηναίους διηγεῖται. τέλος δὴ τὸ κράτιστον εἰληφότος τοῦ πολέμου τὰ λοιπὰ ἤδη σκοπεῖν αὐτοὺς ἠξίου, τίνα χρὴ τρόπον τιμωρήσασθαι μὲν τοὺς προδότας, σωφρονεστέραν δὲ τὴν Ἀλβανῶν ἀποδοῦναι πόλιν εἰς τὸ λοιπόν.

τὸ μὲν οὖν τιμωρήσασθαι τοὺς ἐπιχειρήσαντας ἔργοις ἀνοσίοις πᾶσιν ἐδόκει δίκαιόν τε καὶ ἀναγκαῖον εἶναι, ὃν δὲ τρόπον τοῦτο γένοιτʼ ἂν ῥᾷστα καὶ ἀσφαλέστατα πολλὴν αὐτοῖς παρεῖχεν ἀπορίαν. ἀδήλῳ μὲν γὰρ καὶ λεληθότι μόρῳ πολλοὺς καὶ ἀγαθοὺς Ἀλβανῶν ἄνδρας διαχειρίσασθαι τῶν ἀδυνάτων αὐτοῖς ἐφαίνετο εἶναι· εἰ δὲ φανερῶς συλλαμβάνειν καὶ τιμωρεῖσθαι τοὺς ἐνόχους ταῖς αἰτίαις ἐπιχειρήσειαν, οὐ περιόψεσθαι τοὺς Ἀλβανοὺς ὑπελάμβανον, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρήσειν. ἅμα δὲ πολεμεῖν Φιδηναίοις τε καὶ Τυρρηνοῖς καὶ τοῖς ἐπὶ τὴν συμμαχίαν σφῶν συνεληλυθόσιν Ἀλβανοῖς οὐκ ἐβούλοντο. ἀπορουμένων δʼ αὐτῶν τελευταῖος ἀποδείκνυται γνώμην ὁ Τύλλος, ἣν ἅπαντες ἐπῄνεσαν, ὑπὲρ ἧς μετὰ μικρὸν ἐρῶ.

τετταράκοντα δʼ ὄντων σταδίων τῶν μεταξὺ Φιδήνης τε καὶ Ῥώμης ἐλάσας τὸν ἵππον ἀνὰ κράτος παρῆν ἐπὶ τὸν χάρακα καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καλέσας Μάρκον Ὁράτιον τὸν περιλειφθέντα ἐκ τῶν τριδύμων καὶ δοὺς αὐτῷ τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς ἀκμαιοτάτους ἐκέλευσεν ἐπὶ τὴν Ἀλβανῶν πόλιν ἄγειν, παρελθόντα δʼ ἐντὸς τείχους

v.1p.328
ὡς φίλον ὄντα, ὅταν ὑποχειρίους λάβῃ τοὺς ἔνδον, καθελεῖν τὴν πόλιν ἄχρι θεμελίων μηθενὸς μήτε ἰδίου μήτε κοινοῦ κατασκευάσματος φειδόμενον ἔξω τῶν ἱερῶν, ἀνθρώπων δὲ μηθένα μήτε κτείνειν μήτε ἀδικεῖν,

ἀλλὰ πάντας ἐᾶν ἔχειν τὰ ἑαυτῶν. ἐκπέμψας δὲ τοῦτον ἐκάλει τοὺς ταξιάρχους καὶ τοὺς λοχαγοὺς καὶ τὰ δόξαντα τῇ βουλῇ διασαφήσας φυλακὴν ἐκ τούτων καθίσταται περὶ τὸ σῶμα· καὶ μετʼ οὐ πολὺ παρῆν ὁ Ἀλβανὸς ὡς ἐπὶ νικήματι κοινῷ γεγηθὼς καὶ τῷ Τύλλῳ συνηδόμενος. ὁ δὲ Τύλλος ἀπόρρητον τὴν γνώμην ἔτι φυλάσσων ἐπῄνει τε αὐτὸν καὶ μεγάλων ἄξιον ἀπέφαινε δωρεῶν παρεκάλει τε γράψαντα καὶ τὰ τῶν ἄλλων Ἀλβανῶν ὀνόματα τῶν ἐπιφανές τι κατὰ τὴν μάχην διαπραξαμένων φέρειν ὡς αὐτόν, ἵνα κἀκεῖνοι τὴν ἐκ τῶν ἐπινικίων ἀπενέγκωνται μοῖραν.

ὁ μὲν δὴ περιχαρὴς γενόμενος τοὺς πιστοτάτους τῶν φίλων, οἷς ἐχρήσατο τῶν ἀπορρήτων βουλευμάτων συνεργοῖς, εἰσγράψας εἰς δέλτον ἐπιδίδωσιν. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς εἰς ἐκκλησίαν ἅπαντας ἀποθεμένους τὰ ὅπλα ἐκάλει· συνιόντων δὲ αὐτῶν τὸν μὲν ἡγεμόνα τῶν Ἀλβανῶν ἅμα τοῖς ταξιάρχοις τε καὶ λοχαγοῖς παρʼ αὐτὸ τὸ βῆμα ἐκέλευσεν ἑστάναι, ἐχομένους δὲ τούτων τοὺς ἄλλους Ἀλβανοὺς ταχθέντας ἐκκλησιάζειν, μετὰ δὲ τοὺς Ἀλβανοὺς τὸ λοιπὸν τῶν συμμάχων πλῆθος· ἔξωθεν δὲ πάντων περιέστησε Ῥωμαίους, ἐν οἷς ἦσαν οἱ γενναιότατοι, ξίφη κρύπτοντας ὑπὸ ταῖς περιβολαῖς. ὡς δʼ ἐν καλῷ τοὺς ἐχθροὺς ἔχειν ὑπέλαβεν ἀναστὰς ἔλεξε τοιάδε·

v.1p.329