Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα παρὰ τὰς τάξεις ἁπάσας παρεξιὼν ἔλεγε, καὶ αὐτίκα τοὺς μὲν Φιδηναίους δέος εἰσέρχεται παλινπροδοσίας ὡς κατεστρατηγημένους ὑπὸ τοῦ Ἀλβανοῦ, ἐπεὶ οὔτε ἀντιμεταταξάμενον αὐτὸν εἶδον οὔτʼ ἐπὶ τοὺς Ῥωμαίους εὐθὺς αὐτὸν ἐλαύνοντα, ὥσπερ ὑπέσχετο αὐτοῖς, τοὺς δὲ Ῥωμαίους ἐπῆρεν εἰς εὐτολμίαν καὶ θάρσους ἐνέπλησεν ὁ λόγος· καὶ μέγα ἐμβοήσαντες ὁρμῶσιν ἐπὶ τοὺς πολεμίους ἀθρόοι. τροπὴ δὲ γίνεται μετὰ τοῦτο τῶν Φιδηναίων καὶ φυγὴ

πρὸς τὴν πόλιν ἄκοσμος. ὁ δὲ τῶν Ῥωμαίων βασιλεὺς ἐπιρράξας αὐτοῖς τὴν ἵππον περιφόβοις οὖσι καὶ τεταραγμένοις καὶ μέχρι τινὸς διώξας, ὡς ἔμαθεν ἐσκεδασμένους ἀπʼ ἀλλήλων καὶ οὔτε λογισμὸν ἔτι τοῦ συστῆναι ληψομένους οὔτε δύναμιν ἔχοντας, ἀφεὶς τοὺς φεύγοντας ἐπὶ τὸ συνεστηκὸς ἔτι καὶ διαμένον τῶν πολεμίων ἐχώρει μέρος. καὶ γίνεται καλὸς μὲν καὶ ὁ τῶν πεζῶν ἀγών, ἔτι δὲ καλλίων ὁ τῶν ἱππέων.

οὐ γὰρ ἐνέκλινον οἱ τῇδε τεταγμένοι Οὐιεντανοὶ τὴν

v.1p.325
ἔφοδον ὑπὸ τῆς Ῥωμαῖκῆς ἵππου καταπλαγέντες, ἀλλʼ ἀντεῖχον ἄχρι πολλοῦ. ἔπειτα μαθόντες ὅτι τὸ εὐώνυμον σφῶν ἥττηται καὶ πᾶσα ἡ Φιδηναίων τε καὶ τῶν ἄλλων συμμάχων στρατιὰ φεύγει προτροπάδην, δείσαντες μὴ κυκλωθῶσιν ὑπὸ τῶν ἀναστραφέντων ἐκ τοῦ διωγμοῦ τρέπονται καὶ αὐτοὶ λύσαντες τὰς τάξεις καὶ διὰ τοῦ ποταμοῦ σώζειν ἑαυτοὺς ἐπειρῶντο.

ὅσοι μὲν οὖν ἐρρωμενέστατοί τε αὐτῶν ἦσαν καὶ ἥκιστα ὑπὸ τραυμάτων βαρυνόμενοι νεῖν τε οὐκ ἀδύνατοι δίχα τῶν ὅπλων τὸ ῥεῖθρον διεπεραιοῦντο, ὅσοι δὲ τούτων τινὸς ἐνέλιπον ἐν ταῖς δίναις ἀπέθνησκον· ὀξὺ γὰρ τοῦ Τεβέριος περὶ τὴν Φιδήνην καὶ σκολιὸν τὸ ῥεῦμα.

ὁ δὲ Τύλλος μοίρᾳ τινὶ τῶν ἱππέων κελεύσας τοὺς ἐπὶ τὸν ποταμὸν ὠθουμένους κτείνειν, αὐτὸς ἐπὶ τὸ στρατόπεδον τῶν Οὐιεντανῶν τὴν ἄλλην δύναμιν ἄγων ἐξ ἐφόδου γίνεται κύριος αὐτοῦ· καὶ τὰ μὲν Ῥωμαίων πράγματα παραδόξου τυχόντα σωτηρίας ἐν τούτοις ἦν.