Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ μὲν δὴ τὸ καίριον τραῦμα λαβὼν εὐθὺς ἐτεθνήκει, ὁ δὲ τὴν ἰγνύαν τετρωμένος οὐκέτι βέβαιος ἦν ἑστάναι, σκάζων δὲ καὶ τὰ πολλὰ τῷ θυρεῷ διερειδόμενος ἀντεῖχεν ὅμως ἔτι καὶ μετὰ τοῦ περιλειπομένου τῶν ἀδελφῶν ἐπὶ τὸν ὑπομένοντα Ῥωμαῖον ἐχώρει, περιέστησάν τε αὐτὸν ὁ μὲν ἐξ ἐναντίας προσιών,

ὁ δὲ κατὰ νώτου. τῷ δὲ Ῥωμαίῳ δείσαντι μὴ κυκλωθεὶς πρὸς αὐτῶν εὐκατέργαστος γένηται δυσί τε μαχόμενος καὶ διχόθεν ἐπιοῦσιν, ἦν δὲ ἀκραιφνὴς ἔτι, λογισμὸς εἰσέρχεται διελεῖν τοὺς πολεμίους ἀπʼ ἀλλήλων καὶ χωρὶς ἑκατέρῳ μάχεσθαι. ῥᾷστα δὲ διαστήσειν αὐτοὺς ὑπελάμβανεν, εἰ δόξαν παράσχοι φυγῆς· οὐ γὰρ ὑπʼ ἀμφοτέρων διώξεσθαι τῶν Ἀλβανῶν, ἀλλʼ ὑφʼ ἑνός, ὁρῶν τὸν ἀδελφὸν οὐκέτι καρτερὸν τῶν ποδῶν. ταῦτα δὴ διανοηθεὶς ὡς εἶχε τάχους ἔφευγε καὶ συνέπεσεν αὐτῷ μὴ διαμαρτεῖν τῆς ἐλπίδος.

ὁ μὲν γὰρ ἕτερος τῶν Ἀλβανῶν οὐδεμίαν ἔχων πληγὴν καίριον ἐδίωκεν αὐτὸν ἐκποδός, ὁ δʼ ἐπιβαίνειν ἀδύνατος ὢν πολὺ τοῦ δέοντος ὑστέρει. ἔνθα δὴ τῶν Ἀλβανῶν τοῖς σφετέροις ἐγκελευομένων, τῶν δὲ Ῥωμαίων τὸν αὑτῶν ἀγωνιστὴν κακιζόντων καὶ τῶν μὲν δὴ παιανιζόντων τε καὶ στεφανουμένων ὡς

v.1p.307
ἐπὶ κατορθουμένῳ τῷ ἀγῶνι, τῶν δʼ ὀδυρομένων ὡς οὐκ ἂν ἔτι τῆς τύχης σφᾶς διαναστησομένης, ταμιευσάμενος τὸν καιρὸν ὁ Ῥωμαῖος ὑποστρέφει τε ὀξέως καὶ πρὶν ἢ φυλάξασθαι τὸν Ἀλβανὸν φθάνει τῷ ξίφει κατὰ τοῦ βραχίονος πληγὴν ἐνέγκας καὶ διελὼν τὸν ἀγκῶνα.

πεσούσης δὲ χαμαὶ τῆς χειρὸς ἅμα τῷ ξίφει μίαν ἔτι πληγὴν καίριον ἐξενέγκας ἀποκτείνει τὸν Ἀλβανόν, καὶ μετὰ τοῦτον ἐπὶ τὸν τελευταῖον ὠσάμενος ἡμιθνῆτα καὶ παρειμένον ἐπικατασφάττει. σκυλεύσας δὲ τοὺς τῶν ἀνεψιῶν νεκροὺς εἰς τὴν πόλιν ἠπείγετο πρῶτος ἀπαγγεῖλαι θέλων τὴν ἑαυτοῦ νίκην τῷ πατρί.