Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

θεός τις ἔοικεν, ὦ Τύλλε, προνοούμενος τῶν πόλεων ἑκατέρας ἐν ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ κατὰ τόνδε τὸν ἀγῶνα φανερὰν τὴν εὔνοιαν πεποιῆσθαι. τὸ γὰρ εὑρεθῆναι τοὺς ἀγωνιουμένους ὑπὲρ πάντων γένει τε μηδενὸς χείρονας καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους, πρὸς δὲ τούτοις ἐξ ἑνὸς πεφυκότας πατρὸς καὶ ὑπὸ μιᾶς γεγεννημένους μητρὸς καὶ τὸ θαυμασιώτατον ἐν μιᾷ προελθόντας εἰς φῶς γενέσει, παρʼ ὑμῖν μὲν Ὁρατίους, παρʼ ἡμῖν δὲ Κορατίους, θαυμαστῇ τινι καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσίᾳ.

τί οὖν οὐ δεχόμεθα τὴν τοσαύτην τοῦ δαιμονίου πρόνοιαν καὶ παρακαλοῦμεν ἐπὶ τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα τοὺς τριδύμους ἀδελφοὺς ἑκάτεροι; τά τε γὰρ ἄλλʼ, ὅσα ἐν τοῖς ἄριστα μαχησομένοις βουλοίμεθʼ ἂν εἶναι, κἀν τούτοις ἔνεστι τοῖς ἀνδράσι, καὶ τὸ μὴ προλιπεῖν τοὺς παρασπιστὰς κάμνοντας τούτοις μᾶλλον ὑπάρξει ἀδελφοῖς οὖσι παρʼ οὕστινας ἄλλους Ῥωμαίων τε καὶ Ἀλβανῶν, ἥ τε φιλοτιμία τῶν ἄλλων νέων χαλεπὴ λυθῆναι διʼ ἑτέρου τινὸς οὖσα τρόπου ταχεῖαν ἕξει τὴν κρίσιν.

τεκμαίρομαι γάρ τινα καὶ παρʼ ὑμῖν χάριν ἐν πολλοῖς εἶναι τῶν ἀντιποιουμένων ἀρετῆς,

v.1p.297
ὥσπερ καὶ παρʼ Ἀλβανοῖς· οὓς εἰ διδάσκοιμεν ὅτι θεία τις ἔφθακε τύχη τὰς ἀνθρωπίνας σπουδὰς αὐτῆς παρασχούσης τοὺς ἐξ ἴσου τὸν ὑπὲρ τῶν πόλεων ἀγῶνα ποιησομένους, οὐ χαλεπῶς πείσομεν. οὐ γὰρ ἀρετῇ λείπεσθαι δόξουσι τῶν τριδύμων ἀδελφῶν, ἀλλὰ φύσεως εὐκληρίᾳ καὶ τύχης ἰσορρόπου πρὸς τὸ ἀντίπαλον ἐπιτηδειότητι.