Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτα τοῦ Φουφεττίου λέξαντος παραλαβὼν ὁ Τύλλος τὸν λόγον εἶπε· τὸ μὲν ἐκ φύσεως καὶ προγόνων ἀρετῆς δίκαιον, ὦ Φουφέττιε καὶ ὑμεῖς ἄνδρες Ἀλβανοί, κοινὸν ἀμφοτέροις ἡμῖν· τοὺς αὐτοὺς γὰρ εὐχόμεθα προγόνους ἑκάτεροι, ὥστε οὐδὲν δεῖ τούτου χάριν οὔτε πλέον ἡμῶν ἔχειν τοὺς ἑτέρους οὔτʼ ἔλαττον. τὸ δὲ ἄρχειν ἐκ παντὸς τῶν ἀποικιῶν τὰς μητροπόλεις ὡς ἀναγκαῖόν τι φύσεως νόμιμον οὔτε ἀληθὲς οὔτε δίκαιον ἠξιοῦτο ὑφʼ ὑμῶν·

πολλά γέ τοι φῦλά ἐστιν ἀνθρώπων, παρʼ οἷς αἱ μητροπόλεις οὐκ ἄρχουσιν ἀλλʼ ὑποτάττονται ταῖς ἀποικίαις. μέγιστον δὲ καὶ φανερώτατον τοῦ λόγου τοῦδε παράδειγμα ἡ Σπαρτιατῶν πόλις οὐ τῶν ἄλλων μόνον ἄρχειν ἀξιοῦσα Ἑλλήνων, ἀλλὰ καὶ τοῦ Δωρικοῦ γένους ὅθεν ἀπῳκίσθη. καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν; αὐτοὶ γὰρ ὑμεῖς οἱ τὴν ἡμετέραν πόλιν ἀποικίσαντες Λαουϊνιατῶν ἐστε ἄποικοι.

εἰ δὴ φύσεώς ἐστι νόμος ἄρχειν τῆς ἀποικίας τὴν μητρόπολιν, οὐκ ἂν φθάνοιεν ἀμφοτέροις ἡμῖν Λαουϊνιᾶται τὰ δίκαια τάττοντες; πρὸς μὲν δὴ τὸ πρῶτον ὑμῶν δικαίωμα καὶ πλείστην ἔχον εὐπροσωπίαν

v.1p.290
ταῦθʼ ἱκανά· ἐπειδὴ δὲ καὶ τοὺς βίους τῶν πόλεων ἀντιπαρεξετάζειν ἀλλήλοις ἐπεχείρεις, ὦ Φουφέττιε, λέγων ὅτι τὸ μὲν Ἀλβανῶν εὐγενὲς ὅμοιον ἀεὶ διαμένει, τὸ δʼ ἡμέτερον ἐξέφθαρται ταῖς ἐπιμιξίαις τοῦ ἀλλοφύλου, καὶ οὐκ ἠξίους ἄρχειν τῶν γνησίων τοὺς νόθους οὐδὲ τῶν αὐθιγενῶν τοὺς ἐπήλυδας, μάθε καὶ κατὰ τοῦτο ἁμαρτάνων μάλιστα τὸ δικαίωμα.

ἡμεῖς γὰρ τοσούτου δέομεν αἰσχύνεσθαι κοινὴν ἀναδείξαντες τὴν πόλιν τοῖς βουλομένοις, ὥστε καὶ σεμνυνόμεθα ἐπὶ τούτῳ μάλιστα τῷ ἔργῳ, οὐκ αὐτοὶ τοῦ ζήλου τοῦδε ἄρξαντες, παρὰ δὲ τῆς Ἀθηναίων πόλεως τὸ παράδειγμα λαβόντες, ἧς μέγιστον κλέος ἐν Ἕλλησίν ἐστι, καὶ διὰ τοῦτο οὐχ ἥκιστα εἰ μὴ καὶ

μάλιστα τὸ πολίτευμα. καὶ τὸ πρᾶγμα ἡμῖν πολλῶν γενόμενον ἀγαθῶν αἴτιον οὔτʼ ἐπίμεμψιν οὔτε μεταμέλειαν ὡς ἡμαρτηκόσι φέρει, ἄρχει τε καὶ βουλεύει καὶ τὰς ἄλλας τιμὰς καρποῦται παρʼ ἡμῖν οὐχ ὁ πολλὰ χρήματα κεκτημένος οὐδὲ ὁ πολλοὺς πατέρας ἐπιχωρίους ἐπιδεῖξαι δυνάμενος, ἀλλʼ ὅστις ἂν ᾖ τούτων τῶν τιμῶν ἄξιος. οὐ γὰρ ἐν ἄλλῳ τινὶ τὴν ἀνθρωπίνην εὐγένειαν ὑπάρχειν νομίζομεν, ἀλλʼ ἐν ἀρετῇ. ὁ δὲ ἄλλος ὄχλος σῶμα τῆς πόλεώς ἐστιν ἰσχὺν καὶ δύναμιν τοῖς βουλευθεῖσιν ὑπὸ τῶν κρατίστων παρεχόμενος. μεγάλη τε ἡμῶν ἡ πόλις ἐκ μικρᾶς καὶ φοβερὰ τοῖς περιοίκοις ἐξ εὐκαταφρονήτου διὰ ταύτην τὴν φιλανθρωπίαν γέγονε, τῆς τε ἡγεμονίας,

v.1p.291
ὑπὲρ ἧς τῶν ἄλλων Λατίνων οὐδεὶς ἀντιποιεῖται πρὸς ἡμᾶς, τοῦτο Ῥωμαίοις τὸ πολίτευμα ἦρξεν οὗ

σὺ κατηγόρεις, ὦ Φουφέττιε. ἐν ἰσχύι γὰρ ὅπλων κεῖται τὸ τῶν πόλεων κράτος, αὕτη δʼ ἐκ πολλῶν σωμάτων γίνεται· ταῖς δὲ μικραῖς καὶ ὀλιγανθρώποις καὶ διὰ τοῦτο ἀσθενέσιν οὐκ ἔστιν ἄρχειν ἑτέρων,