Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Δέκιος

v.4p.325
δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων.

ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν Φαβρικίου τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ. ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρουροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφερομένους ἔξω τῶν ὅπλων·

ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν· οὓς ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου καὶ τοῦ γραμματέως· οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττοντας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθʼ ὕβρεως ἀποθανεῖν ἑαυτοὺς διεχειρίσαντο. καὶ ταῦτα μὲν ἐπὶ τούτοις. εσξ.