Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἡ δὲ βουλὴ μαθοῦσα τὰ περὶ τοὺς Ῥηγίνους πάθη παρὰ τῶν διαφυγόντων τὸν ὄλεθρον οὐδὲ τὸν ἐλάχιστον ἀναμείνασα χρόνον ἀποστέλλει στρατιὰν νεοσύλλεκτον ἄγοντα ἑτέραν τὸν κατὰ πόλιν στρατηγόν.

φθάσασα δὲ τὴν Ῥωμαίων ἄφιξιν ἡ τοῦ δαιμονίου πρόνοια τὸν ἡγεμόνα τῆς φρουρᾶς Δέκιον ἀντὶ τῶν ἀνοσίων βουλευμάτων εἰς τὰ κυριώτατα τοῦ ζῆν ἐτιμωρήσατο μέρη, νόσον εἰς τοὺς ὀφθαλμοὺς ἐμβαλοῦσα δεινὰς περιωδυνίας φέρουσαν· ἣν ἰάσασθαι προθυμούμενος ἅνθρωπος ἐκ Μεσσήνης ἰατρὸν μεταπέμπεται, Δεξικράτην ὄνομα, πυνθανόμενος ἄριστον εἶναι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ἰατρῶν, ἀγνοῶν δὲ ὅτι Ῥηγῖνος ἦν τὸ γένος· ὃς ἀφικόμενος εἰς τὸ Ῥήγιον ἐναλείφει τοὺς ὀφθαλμοὺς αὐτοῦ καυστικῷ φαρμάκῳ καὶ διακελευσάμενος ἀνέχεσθαι τὰς περιωδυνίας, ἕως ἂν ἀφίκηται, καταβὰς ἐπὶ θάλατταν εἰς τὸ παρεσκευασμένον πορθμεῖον ἐνέβη καὶ πρὶν αἰσθέσθαι τινὰ τὸ πραχθὲν εἰς Μεσσήνην ἀπέπλευσεν.

Δέκιος

v.4p.325
δὲ μέχρι μέν τινος ἐκκαιομένης τῆς ὁράσεως ἀλγηδόνας τε δεινὰς ὑπομένων ἠνείχετο τὸν ἰατρὸν προσδεχόμενος, ὡς δὲ πολὺς ἐγίγνετο ὁ χρόνος καὶ τὰς περιωδυνίας ἀδύνατος ἦν ἔτι φέρειν, σπογγίσας τὸ φάρμακον καὶ τοὺς ὀφθαλμοὺς ἀνοίξας ἔγνω τὰς ὄψεις ἐκκεκαυμένος καὶ τὸν ἐξ ἐκείνου χρόνον διέμεινε τυφλός· ἡμέρας τε ὀλίγας ἔτι περιενέγκας ὑποχείριος τοῖς Ῥωμαίοις γίγνεται συλληφθεὶς ὑπὸ τῶν ἰδίων.

ταύτην γὰρ οἰόμενοί τινες ἀπολογίαν Φαβρικίου τήν τε πόλιν ἀνέῳξαν τῷ στρατηγῷ καὶ τὸν Δέκιον δήσαντες παρέδοσαν Φαβρικίῳ. ὁ δὲ τὴν μὲν πόλιν ἀποδίδωσι τοῖς περιοῦσι Ῥηγίνων, τοὺς δὲ φρουροὺς ἅπαντα καταλιπεῖν αὐτόθι κελεύσας ἀπήγαγεν οὐδὲν ἐπιφερομένους ἔξω τῶν ὅπλων·

ἐξ ὧν τοὺς κορυφαιοτάτους ἄνδρας ἐπιλεξάμενος, οὓς ἀπέφαινον οἱ λοιποὶ τῶν ἀνοσίων βουλευμάτων εἶναι κοινωνούς, δεσμίους εἰς Ῥώμην ἤγαγεν· οὓς ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι, ὡς ἦν πάτριον ἐπὶ τοῖς κακούργοις κείμενον, ἀπέκτειναν τῷ πελέκει τὰς κεφαλὰς ἀποκοπέντας, ἐκτὸς Δεκίου καὶ τοῦ γραμματέως· οὗτοι δὲ παρακρουσάμενοι τοὺς φυλάττοντας ἢ χρήμασιν ὠνησάμενοι τὸ μὴ μεθʼ ὕβρεως ἀποθανεῖν ἑαυτοὺς διεχειρίσαντο. καὶ ταῦτα μὲν ἐπὶ τούτοις. εσξ.

αὐτὸς δὲ ὁ Πύρρος τοὺς Ὁμηρικοὺς ἐπιφθεγξάμενος στίχους, οὓς Ἕκτωρ αὐτῷ πεποίηται πρὸς Αἴαντα λέγων, ὡς ὑπὸ Ῥωμαίων εἰρημένους πρὸς ἑαυτόν·

v.4p.326
Τῷ σε καὶ οὐκ ἐθέλω βαλέειν, τοιοῦτον ἐόντα, Λάθρη ὀπιπτεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχοιμι καὶ μετὰ τοῦτʼ εἰπών, ὅτι κινδυνεύει πονηρὰν πεποιῆσθαι τὴν ὑπόθεσιν τοῦ πολέμου πρὸς ἀνθρώπους ὁσιωτάτους Ἑλλήνων καὶ δικαιοτάτους, μίαν ἔφη θεωρεῖν ἀπαλλαγὴν τοῦ πολέμου καλὴν καὶ συμφέρουσαν, εἰ φίλους ἀντὶ πολεμίων αὐτοὺς ποιήσαιτο, φιλανθρωπίας τινὸς μεγάλης καταρξάμενος.

προαχθῆναι δὲ κελεύσας τοὺς Ῥωμαίων αἰχμαλώτους καὶ δοὺς ἅπασιν ἐσθῆτας ἐλευθέροις πρεπούσας σώμασι καὶ ἐνοδίους δαπάνας, παρεκάλεσεν αὐτοὺς μεμνῆσθαι, οἷος εἰς αὐτοὺς ἐγένετο, καὶ τοῖς ἄλλοις λέγειν, ὅταν δʼ εἰς τὰς ἑαυτῶν ἔλθωσι πατρίδας, πάσῃ προθυμίᾳ πράττειν, ὅπως φίλους ποιήσουσι τὰς πόλεις.

ἄμαχον δή τινα ἰσχὺν τὸ βασιλικὸν ἔχει χρυσίον, καὶ οὐδεμία εὕρηται πρὸς τοῦτο τὸ βέλος ἀνθρώποις φυλακή. Ambr.