Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπεὶ δὲ τὰ σημεῖα τῆς μάχης ἀνεδείχθη, παιανίσαντες οἱ στρατιῶται καὶ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐχώρουν ὁμόσε καὶ συμπεσόντες ἐμάχοντο πᾶσαν ἀποδεικνύμενοι τὴν ἐνόπλιον ἐπιστήμην. οἱ μὲν ἱππεῖς οἱ παρὰ ἀμφότερα τεταγμένοι τὰ κέρατα προειδότες, ἐν οἷς ἐπλεονέκτουν αὐτοὶ τῶν πολεμίων, εἰς ταῦτα κατέφευγον, Ῥωμαῖοι μὲν εἰς τὴν ἐκ χειρὸς καὶ σταδιαίαν μάχην, τὸ δὲ τῶν Ἑλλήνων ἱππικὸν εἰς τὰς περιελάσεις καὶ τοὺς ἐξελιγμούς·

καὶ οἱ μὲν ὁπότε διώκοιντο ὑπὸ τῶν Ἑλλήνων, ἐπιστρέψαντες τοὺς ἵππους καὶ τοὺς χαλινοὺς κατασχόντες ἐπεζομάχουν, οἱ δὲ ὁπότε τοὺς Ῥωμαίους μάθοιεν εἰς ἀντίπαλα καθισταμένους, ἐπὶ δόρυ κλίναντες καὶ διʼ ἀλλήλων ἐξελίξαντες περιεδίνουν τοὺς ἵππους αὖθις ἐπὶ τὸ μέτωπον καὶ

τὰ κέντρα προσβαλόντες ἐχώρουν ὁμόσε. ἡ μὲν οὖν δὴ τῶν ἱππέων μάχη τοιαύτη τις ἦν, ἡ δὲ τῶν πεζῶν τῇ μὲν ἐμφερὴς ἐκείνῃ, τῇ δὲ διάφορος. ἐμφερὴς μὲν κατὰ τὸ σύμπαν, διάφορος δὲ κατὰ τὰ μέρη. τὸ μὲν γὰρ δεξιὸν κέρας ἐπιρρεπέστερον ὑπῆρχεν ἑκατέροις,

v.4p.317
τὸ δʼ ἀριστερὸν ὑποδεέστερον. οὐ μέντοι σὺν τῷ ἀσχήμονι τὰ νῶτα τοῖς πολεμίοις ἐνέκλιναν οὐδέτεροι, ἀλλὰ σὺν κόσμῳ καὶ παρὰ ταῖς σημείαις μένοντες ἑκάτεροι καὶ τὴν προβολὴν φυλάττοντες κατὰ μικρὸν ὑπεχώρουν ὀπίσω.

οἱ δὲ ἀριστεύσαντες ἦσαν ἐκ μὲν τῆς βασιλικῆς στρατιᾶς Μακεδόνες — οὗτοι γὰρ ἀνέστειλαν τὸ πρῶτον τῶν Ῥωμαίων στρατόπεδον καὶ τοὺς σὺν αὐτοῖς ταχθέντας Λατίνους — ἐκ δὲ τῆς Ῥωμαικῆς οἱ συνελθόντες εἰς τὸ δεύτερον τάγμα Μολοττοῖς καὶ Θεσπρωτοῖς καὶ Χάοσιν ἐναντίοι. κελεύσαντος δὲ τοῦ βασιλέως τοὺς ἐλέφαντας ἐπὶ τὸ κάμνον τῆς στρατιᾶς ἄγειν, μαθόντες τὴν ἔφοδον τῶν θηρίων οἱ ταῖς κεραιοφόροις ἐπιβεβηκότες ἁμάξαις ἤλαυνον ὁμόσε.

οὗτοι τὸ μὲν πρῶτον ἐπέσχον τῆς ὁρμῆς τὰ θηρία, παίοντες ταῖς μηχαναῖς καὶ τὰς πυρφόρους χεῖρας ἐς τὰς ὄψεις αὐτῶν ἐντρέποντες. ἔπειτα οὐκέτι προσαγόντων τὰ θηρία τῶν ἐφεστηκότων τοῖς πύργοις, ἀλλὰ ταῖς λόγχαις βαλλόντων ἄνωθεν καὶ τῶν ψιλῶν διακοπτόντων τὰ περικείμενα γέρρα ταῖς ἁμάξαις καὶ νευροτομούντων τοὺς βόας καὶ καταπηδῶντες ἀπὸ τῶν ὀχημάτων οἱ πρὸς ταῖς μηχαναῖς κατέφευγον εἰς τοὺς ἔγγιστα πεζοὺς καὶ πολλὴν παρεῖχον αὐτοῖς ταραχήν.

οἱ δὲ ἐν μέσῃ τῇ βασιλικῇ φάλαγγι ταχθέντες Λευκανοὶ καὶ Βρέττιοι χρόνον οὐ πολὺν ἀγωνισάμενοι τρέπονται πρὸς φυγὴν ὑπὸ τοῦ τετάρτου Ῥωμαικοῦ τάγματος ἀνασταλέντες. ὡς δὲ ἅπαξ ἐνέκλιναν οὗτοι, καὶ διερράγη

v.4p.318
τὸ κατʼ αὐτοὺς μέρος τῆς φάλαγγος, οὐδὲ οἱ τὴν πλησίον αὐτῶν λαβόντες στάσιν Ταραντῖνοι παρέμενον, ἀλλὰ ἐντρέψαντες κἀκεῖνοι τὰ νῶτα τοῖς πολεμίοις ἔφευγον. ατη.

βασιλεὺς δὲ Πύρρος ὡς ἔμαθεν, ὅτι Λευκανοὶ καὶ Βρέττιοι καὶ Ταραντῖνοι φεύγουσι προτροπάδην, καὶ λελώβηται τὸ κατʼ ἐκείνους μέρος ἡ φάλαγξ, ἐκ τῆς καθʼ ἑαυτὸν ἴλης μέρος τι παραδοὺς ἑτέροις ἡγεμόσι, καὶ ἀπὸ τοῦ δεξιοῦ κέρατος ἑτέρους ἱππεῖς, ὅσους ὑπέλαβεν ἀρκεῖν, ἀποστέλλει βοηθοὺς τοῖς ὑπὸ τῶν Ῥωμαίων διωκομένοις. ἐν οἷς δὲ ταῦτα ἐγίνετο χρόνοις, παρὰ τοῦ δαιμονίου βοήθεια τοῖς Ῥωμαίοις ἔκδηλος γίνεται.

Δαυνίων γάρ τινες ἐκ πόλεως Ἀργυρίππων, ἣν νῦν Ἄρπους καλοῦσι, πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ ἀμφὶ τοὺς τετρακοσίους, ἐπίκουροι τοῖς ὑπάτοις ἀποσταλέντες, ὡς ἐγένοντο πλησίον τοῦ βασιλικοῦ στρατοπέδου τὴν κατὰ νώτου τῶν πολεμίων ἄγουσαν ὁδὸν ἀπὸ ταὐτομάτου πορευόμενοι καὶ τὸ πεδίον εἶδον μεστὸν ἀνθρώπων, ὀλίγον ἐπισχόντες αὐτόθι χρόνον καὶ λογισμοὺς παντοδαποὺς λαβόντες, καταβαίνειν μὲν ἀπὸ τῶν μετεώρων καὶ συλλαμβάνειν τῆς μάχης ἀπέγνωσαν, οὔτε ὅπη τι φίλιόν ἐστιν εἰδότες οὔτε ὅπη πολέμιον, οὔτʼ ἐν ᾧ χωρίῳ στάντες ὠφέλειάν τινα παρέξουσι τοῖς σφετέροις δυνάμενοι συλλαβεῖν, κράτιστον δὲ ὑπέλαβον εἶναι περιστάντες τὸ στρατόπεδον τῶν πολεμίων ἐξελεῖν, ὡς αὐτοί τε πολλὰς καὶ καλὰς ἕξοντες ὠφελείας, εἰ κρατήσειαν τῶν

v.4p.319
ἀποσκευῶν, καὶ μεγάλην παρέξοντες τοῖς πολεμίοις ταραχήν, εἰ θεάσαιντο καιόμενον ἄφνω τὸν χάρακα· ἀπεῖχε δὲ τὸ χωρίον τῆς μάχης οὐ πλέον εἴκοσι σταδίων.