Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὴν γοῦν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ τινὲς ἀνατιθέασι τῶν ἀμηχάνων νομίζοντες εἶναι πόλεως οἰκιζομένης ὑπʼ ἀνδρὸς ἐμπείρου μαντικῆς μὴ κατασκευασθῆναι πρῶτον ἑστίαν κοινὴν τῆς πόλεως, καὶ ταῦτα ἐν Ἄλβᾳ τοῦ κτίστου τραφέντος, ἐν ᾗ παλαιὸν ἐξ οὗ τὸ τῆς θεᾶς ταύτης ἱερὸν ἱδρυμένον ἦν, καὶ τῆς μητρὸς αὐτοῦ θυηπόλου γενομένης τῇ

v.1p.247
θεῷ· διαιρούμενοί τε διχῇ τὰ ἱερὰ καὶ τὰ μὲν αὐτῶν κοινὰ ποιοῦντες καὶ πολιτικά, τὰ δὲ ἴδια καὶ συγγενικά, διʼ ἄμφω ταῦτά φασι πολλὴν ἀνάγκην εἶναι τῷ Ῥωμύλῳ ταύτην σέβειν τὴν θεόν.

οὔτε γὰρ ἀναγκαιότερον ἀνθρώποις οὐδὲν εἶναι τῆς κοινῆς ἑστίας οὔτε τῷ Ῥωμύλῳ κατὰ διαδοχὴν γένους οὐδὲν οἰκειότερον προγόνων μὲν ὑπάρχοντι τῶν ἐξ Ἰλίου τὰ τῆς θεᾶς ἱερὰ μετενεγκαμένων, μητρὸς δὲ ἱερείας. ἐοίκασι δʼ οἱ διὰ ταῦτα τὴν ἵδρυσιν τοῦ ἱεροῦ Ῥωμύλῳ μᾶλλον ἀνατιθέντες ἢ Νόμᾳ, τὸ μὲν κοινὸν ὀρθῶς λέγειν, ὅτι πόλεως οἰκιζομένης ἑστίαν πρῶτον ἔδει ἱδρυθῆναι καὶ ταῦτα ὑπʼ ἀνδρὸς οὐκ ἀπείρου τῆς περὶ τὰ θεῖα σοφίας, τὰ δὲ κατὰ μέρος ὑπέρ τε τῆς κατασκευῆς τοῦ νῦν ὄντος ἱεροῦ καὶ τῶν θεραπευουσῶν τὴν θεὸν παρθένων ἠγνοηκέναι.

οὔτε γὰρ τὸ χωρίον τοῦτο ἐν ᾧ τὸ ἱερὸν φυλάττεται πῦρ Ῥωμύλος ἦν ὁ καθιερώσας τῇ θεῷ ʽμέγα δὲ τούτου τεκμήριον ὅτι τῆς τετραγώνου καλουμένης Ῥώμης ἣν ἐκεῖνος ἐτείχισεν ἐκτός ἐστιν, ἑστίας δὲ κοινῆς ἱερὸν ἐν τῷ κρατίστῳ μάλιστα καθιδρύονται τῆς πόλεως ἅπαντες, ἔξω δὲ τοῦ τείχους οὐδείσʼ οὔτε διὰ παρθένων τὰς θεραπείας κατεστήσατο τῇ θεῷ μεμνημένος ὡς ἐμοὶ δοκεῖ τοῦ περὶ τὴν μητέρα πάθους, ᾗ συνέβη θεραπευούσῃ τὴν θεὸν τὴν παρθενίαν ἀποβαλεῖν, ὡς οὐχ ἱκανὸς ἐσόμενος, ἐάν τινα τῶν θυηπόλων εὕρῃ διεφθαρμένην, κατὰ τοὺς πατρίους τιμωρήσασθαι νόμους διὰ τὴν ἐπὶ ταῖς οἰκείαις συμφοραῖς ἀνάμνησιν.

διὰ ταῦτα μὲν δὴ κοινὸν

v.1p.248
ἱερὸν οὐ κατεσκευάσατο τῆς Ἑστίας οὐδὲ ἱερείας ἔταξεν αὐτῇ παρθένους, ἐν ἑκάστῃ δὲ τῶν τριάκοντα φρατριῶν ἱδρυσάμενος ἑστίαν, ἐφʼ ἧς ἔθυον οἱ φρατριεῖς, θυηπόλους αὐτῶν ἐποίησε τοὺς τῶν κουριῶν ἡγεμόνας τὰ παρʼ Ἕλλησιν ἔθη μιμησάμενος, ἃ παρὰ ταῖς ἀρχαιοτάταις τῶν πόλεων ἔτι γίγνεται. τά γέ τοι καλούμενα πρυτανεῖα παρʼ αὐτοῖς Ἑστίας ἐστὶν ἱερά, καὶ θεραπεύεται πρὸς τῶν ἐχόντων τὸ μέγιστον ἐν ταῖς πόλεσι κράτος.