Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐξ ὧν δὲ διεπράξατο νόμων τε καὶ πολιτευμάτων ἑκάτερον τούτων εἰς μεγάλην ἐπίδοσιν προελθεῖν ἅπαντα μὲν οὐκ ἀξιῶ γράφειν, τὸ μῆκος ὑφορώμενος τοῦ λόγου καὶ ἅμα οὐδʼ ἀναγκαίαν ὁρῶν τὴν ἀναγραφὴν αὐτῶν Ἑλληνικαῖς ἱστορίαις, αὐτὰ δὲ τὰ κυριώτατα καὶ φανερὰν δυνάμενα ποιῆσαι πᾶσαν τὴν προαίρεσιν τοῦ ἀνδρὸς ἐπὶ κεφαλαίων ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῆς περὶ τὰ θεῖα διακοσμήσεως ποιησάμενος.

ὅσα μὲν οὖν ὑπὸ Ῥωμύλου ταχθέντα ἐν ἐθισμοῖς τε καὶ νόμοις παρέλαβεν, ἀπὸ τοῦ κρατίστου τετάχθαι πάντα ἡγησάμενος εἴα κατὰ χώραν μένειν, ὅσα δʼ ὑπʼ ἐκείνου παραλελεῖφθαι ἐδόκει, ταῦτα προσετίθει πολλὰ μὲν ἀποδεικνὺς τεμένη τοῖς μήπω τιμῶν τυγχάνουσι θεοῖς, πολλοὺς δὲ βωμοὺς καὶ ναοὺς ἱδρυόμενος ἑορτάς τε ἑκάστῳ αὐτῶν ἀπονέμων καὶ τοὺς ἐπιμελησομένους αὐτῶν ἱερεῖς καθιστὰς ἁγνείας τε καὶ θρησκείας καὶ καθαρμοὺς καὶ τὰς ἄλλας θεραπείας καὶ τιμὰς πάνυ πολλὰς νομοθετῶν, ὅσας οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος ἔχει πόλις οὐδʼ αἱ

μέγιστον ἐπʼ εὐσεβείᾳ φρονοῦσαί ποτε· αὐτόν τε τὸν Ῥωμύλον ὡς κρείττονα γενόμενον ἢ κατὰ τὴν θνητὴν

v.1p.245
φύσιν ἱεροῦ κατασκευῇ καὶ θυσίαις διετησίοις ἔταξε Κυρῖνον ἐπονομαζόμενον γεραίρεσθαι. ἔτι γὰρ ἀγνοούντων τὸν ἀφανισμὸν αὐτοῦ Ῥωμαίων εἴτε κατὰ δαίμονος πρόνοιαν εἴτʼ ἐξ ἐπιβουλῆς ἀνθρωπίνης ἐγένετο, παρελθών τις εἰς τὴν ἀγορὰν Ἰούλιος ὄνομα τῶν ἀπʼ Ἀσκανίου γεωργικὸς ἀνὴρ καὶ τὸν βίον ἀνεπίληπτος, οἷος μηδὲν ἂν ψεύσασθαι κέρδους ἕνεκα οἰκείου, ἔφη παραγιγνόμενος ἐξ ἀγροῦ Ῥωμύλον ἰδεῖν ἀπιόντα ἐκ τῆς πόλεως ἔχοντα τὰ ὅπλα, καὶ ἐπειδὴ ἐγγὺς ἐγένετο ἀκοῦσαι ταῦτα αὐτοῦ λέγοντος·

Ἀγγέλλε Ῥωμαίοις Ἰούλιε τὰ παρʼ ἐμοῦ, ὅτι με ὁ λαχὼν ὅτʼ ἐγενόμην δαίμων εἰς θεοὺς ἄγεται τὸν θνητὸν ἐκπληρώσαντα αἰῶνα· εἰμὶ δὲ Κυρῖνος. περιλαβὼν δὲ ἅπασαν τὴν περὶ τὰ θεῖα νομοθεσίαν γραφαῖς διεῖλεν εἰς ὀκτὼ μοίρας, ὅσαι τῶν ἱερῶν ἦσαν αἱ συμμορίαι.