Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Νόμας ἀφικομένων ὡς αὐτὸν τούτων τῶν καλούντων ἐπὶ τὴν ἡγεμονίαν, τέως μὲν ἀντέλεγε καὶ μέχρι πολλοῦ διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν τὴν ἀρχήν, ὡς δὲ οἵ τε ἀδελφοὶ προσέκειντο λιπαροῦντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἠξίου τηλικαύτην τιμὴν διδομένην ἀπωθεῖσθαι, συνέγνω γενέσθαι βασιλεύς·

τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν

v.1p.240
πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθʼ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.

ἐκκλησίας δὲ μετὰ τοῦτο συναχθείσης, ἐν ᾗ διήνεγκαν ὑπὲρ αὐτοῦ τὰς ψήφους αἱ φυλαὶ κατὰ φράτρας καὶ τῶν πατρικίων ἐπικυρωσάντων τὰ δόξαντα τῷ πλήθει καὶ τελευταῖον ἔτι τῶν ὀρνιθοσκόπων αἴσια τὰ παρὰ τοῦ δαιμονίου σημεῖα ἀποφηνάντων παραλαμβάνει τὴν ἀρχήν.

τοῦτον τὸν ἄνδρα Ῥωμαῖοί φασι στρατείαν μηδεμίαν ποιήσασθαι, θεοσεβῆ δὲ καὶ δίκαιον γενόμενον ἐν εἰρήνῃ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσαι καὶ τὴν πόλιν ἄριστα πολιτευομένην παρασχεῖν, λόγους τε ὑπὲρ αὐτοῦ πολλοὺς καὶ θαυμαστοὺς λέγουσιν ἀναφέροντες τὴν ἀνθρωπίνην σοφίαν εἰς θεῶν ὑποθήκας.

νύμφην γάρ τινα μυθολογοῦσιν Ἠγερίαν φοιτᾶν πρὸς αὐτὸν ἑκάστοτε διδάσκουσαν τὴν βασιλικὴν σοφίαν, ἕτεροι δὲ οὐ νύμφην, ἀλλὰ τῶν Μουσῶν μίαν. καὶ τοῦτό φασι γενέσθαι πᾶσι φανερόν. ἀπιστούντων γὰρ, ὡς ἔοικε, τῶν ἀνθρώπων κατʼ ἀρχὰς καὶ πεπλάσθαι νομιζόντων τὸν περὶ τῆς θεᾶς λόγον, βουλόμενον

v.1p.241
αὐτὸν ἐπιδείξασθαι τοῖς ἀπιστοῦσιν ἐναργές τι μήνυμα τῆς πρὸς τὴν δαίμονα ὁμιλίας καὶ διδαχθέντα ὑπʼ αὐτῆς ποιῆσαι τάδε·

καλέσαντα Ῥωμαίων πολλοὺς καὶ ἀγαθοὺς εἰς τὴν οἰκίαν, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν, ἔπειτα δείξαντα τοῖς ἐλθοῦσι τὰ ἔνδον τῇ τε ἄλλῃ κατασκευῇ φαύλως κεχορηγημένα καὶ δὴ καὶ τῶν εἰς ἑστίασιν ὀχλικὴν ἐπιτηδείων ἄπορα, τότε μὲν ἀπαλλάττεσθαι κελεύειν, εἰς ἑσπέραν δὲ

καλεῖν αὐτοὺς ἐπὶ τὸ δεῖπνον· παραγενομένοις δὲ κατὰ τὴν ἀποδειχθεῖσαν ὥραν ἐπιδεῖξαι στρωμνάς τε πολυτελεῖς καὶ τραπέζας ἐκπωμάτων γεμούσας πολλῶν καὶ καλῶν ἑστίασίν τε αὐτοῖς παραθεῖναι κατακλιθεῖσιν ἁπάσης ἐδωδῆς, ἣν οὐδʼ ἂν ἐκ πολλοῦ πάνυ χρόνου παρασκευάσασθαί τινι τῶν τότε ἀνθρώπων ῥᾴδιον ἦν. τοῖς δὲ Ῥωμαίοις κατάπληξίν τε πρὸς ἕκαστον τῶν ὁρωμένων ὑπελθεῖν καὶ δόξαν ἐξ ἐκείνου τοῦ χρόνου παραστῆναι βέβαιον, ὅτι θεά τις αὐτῷ συνῆν.