Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τότε δʼ οὖν ὁ Ῥωμύλος ἐπειδὴ τὰ παρὰ τοῦ δαιμονίου βέβαια προσέλαβε, συγκαλέσας τὸν δῆμον

v.1p.162
εἰς ἐκκλησίαν καὶ τὰ μαντεῖα δηλώσας βασιλεὺς ἀποδείκνυται πρὸς αὐτῶν καὶ κατεστήσατο ἐν ἔθει τοῖς μετʼ αὐτὸν ἅπασι μήτε βασιλείας μήτε ἀρχὰς λαμβάνειν, ἐὰν μὴ καὶ τὸ δαιμόνιον αὐτοῖς ἐπιθεσπίσῃ, διέμεινέ τε μέχρι πολλοῦ φυλαττόμενον ὑπὸ Ῥωμαίων τὸ περὶ τοὺς οἰωνισμοὺς νόμιμον, οὐ μόνον βασιλευομένης τῆς πόλεως, ἀλλὰ καὶ μετὰ κατάλυσιν τῶν μονάρχων ἐν ὑπάτων καὶ στρατηγῶν καὶ τῶν

ἄλλων τῶν κατὰ νόμους ἀρχόντων αἱρέσει. πέπαυται δʼ ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις, πλὴν οἷον εἰκών τις αὐτοῦ λείπεται τῆς ὁσίας αὐτῆς ἕνεκα γινομένη. ἐπαυλίζονται μὲν γὰρ οἱ τὰς ἀρχὰς μέλλοντες λαμβάνειν καὶ περὶ τὸν ὄρθρον ἀνιστάμενοι ποιοῦνταί τινας εὐχὰς ὑπαίθριοι, τῶν δὲ παρόντων τινὲς ὀρνιθοσκόπων μισθὸν ἐκ τοῦ δημοσίου φερόμενοι ἀστραπὴν αὐτοῖς μηνύειν ἐκ τῶν ἀριστερῶν φασιν τὴν οὐ

γενομένην. οἱ δὲ τὸν ἐκ τῆς φωνῆς οἰωνὸν λαβόντες ἀπέρχονται τὰς ἀρχὰς παραληψόμενοι οἱ μὲν αὐτὸ τοῦθʼ ἱκανὸν ὑπολαμβάνοντες εἶναι τὸ μηδένα γενέσθαι τῶν ἐναντιουμένων τε καὶ κωλυόντων οἰωνῶν, οἱ δὲ καὶ παρὰ τὸ βούλημα τοῦ θεοῦ κωλύοντος, ἔστι γὰρ ὅτε βιαζόμενοι καὶ τὰς ἀρχὰς ἁρπάζοντες μᾶλλον ἢ λαμβάνοντες.

δι’ οὓς πολλαὶ μὲν ἐν γῇ στρατιαὶ

v.1p.163
Ῥωμαίων ἀπώλοντο πανώλεθροι, πολλοὶ δʼ ἐν θαλάττῃ στόλοι διεφθάρησαν αὔτανδροι, ἄλλαι τε μεγάλαι καὶ δειναὶ περιπέτειαι τῇ πόλει συνέπεσον αἱ μὲν ἐν ὀθνείοις πολέμοις, αἱ δὲ κατὰ τὰς ἐμφυλίους διχοστασίας, ἐμφανεστάτη δὲ καὶ μεγίστη καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὅτε Λικίννιος Κρᾶσσος ἀνὴρ οὐδενὸς δεύτερος τῶν καθʼ ἑαυτὸν ἡγεμόνων στρατιὰν ἦγεν ἐπὶ τὸ Πάρθων ἔθνος, ἐναντιουμένου τοῦ δαιμονίου πολλὰ χαίρειν φράσας τοῖς ἀποτρέπουσι τὴν ἔξοδον οἰωνοῖς μυρίοις ὅσοις γενομένοις. ἀλλʼ ὑπὲρ μὲν τῆς εἰς τὸ δαιμόνιον ὀλιγωρίας, ᾗ χρῶνταί τινες ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις, πολὺ ἔργον ἂν εἴη λέγειν.