Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μέχρι μὲν δὴ τούτων οὐδὲν ἀντειπεῖν ἔχω πρὸς τοὺς ἐκδεδωκότας τὴν περὶ τὸν ἄνδρα τοῦτον ἱστορίαν, ἐν δὲ τοῖς ἑξῆς ἀπορῶ τί ποτε χρὴ λέγειν. πολλοὶ μὲν γάρ εἰσιν οἱ γράψαντες ὅτι Πυθαγόρου μαθητὴς ὁ Νόμας ἐγένετο καὶ καθʼ ὃν χρόνον ὑπὸ τῆς Ῥωμαίων πόλεως ἀπεδείχθη βασιλεὺς φιλοσοφῶν ἐν Κρότωνι διέτριβεν, ὁ δὲ χρόνος τῆς Πυθαγόρου ἡλικίας μάχεται πρὸς τὸν λόγον.

οὐ γὰρ ὀλίγοις ἔτεσιν, ἀλλὰ καὶ τέτταρσι γενεαῖς ὅλαις ὕστερος ἐγένετο Πυθαγόρας Νόμα, ὡς ἐκ τῶν κοινῶν παρειλήφαμεν ἱστοριῶν. ὁ μὲν γὰρ ἐπὶ τῆς ἑκκαιδεκάτης ὀλυμπιάδος μεσούσης τὴν Ῥωμαίων βασιλείαν παρέλαβε, Πυθαγόρας δὲ μετὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα διέτριψεν ἐν Ἰταλίᾳ.

τούτου δʼ ἔτι μεῖζον ἔχω τεκμήριον εἰπεῖν ὑπὲρ τοῦ μὴ συμφωνεῖν τοὺς χρόνους ταῖς παραδεδομέναις ὑπὲρ τοῦ ἀνδρὸς ἱστορίαις, ὅτι καθʼ ὃν χρόνον ὁ Νόμας ἐπὶ τὴν βασιλείαν ἐκαλεῖτο ὑπὸ Ῥωμαίων οὔπω πόλις ἦν ἡ Κρότων· τέτταρσι γὰρ ὅλοις ὕστερον ἔτεσιν ἢ Νόμαν ἄρξαι Ῥωμαίων Μύσκελος αὐτὴν ἔκτισεν ἐνιαυτῷ τρίτῳ τῆς ἑπτακαιδεκάτης

v.1p.239
ὀλυμπιάδος. οὔτε δὴ Πυθαγόρᾳ τῷ Σαμίῳ συμφιλοσοφῆσαι τῷ μετὰ τέτταρας ἀκμάσαντι γενεὰς δυνατὸς ἦν τὸν Νόμαν οὔτʼ ἐν Κρότωνι διατρίβειν, ὅτʼ αὐτὸν ἐκάλουν ἐπὶ τὴν βασιλείαν Ῥωμαῖοι, τῇ

μήπω τότʼ οὔσῃ πόλει. ἀλλʼ ἐοίκασιν οἱ τὰ ὑπὲρ αὐτοῦ γράψαντες, εἰ χρὴ δόξαν ἰδίαν ἀποφήνασθαι, δύο ταῦτα λαβόντες ὁμολογούμενα, τήν τε Πυθαγόρου διατριβὴν τὴν γενομένην ἐν Ἰταλίᾳ καὶ τὴν Νόμα σοφίαν ʽὡμολόγηται γὰρ ὑπὸ πάντων ὁ ἀνὴρ γενέσθαι σοφόσʼ ἐπισυνάψαι ταῦτα καὶ ποιῆσαι Πυθαγόρου μαθητὴν τὸν Νόμαν οὐκέτι τοὺς βίους αὐτῶν ἐξετάσαντες, εἰ κατὰ τοὺς αὐτοὺς ἤκμασαν ἀμφότεροι χρόνους,

ὅπερ ἐγὼ πεποίηκα νῦν· εἰ μή τις ἄρα Πυθαγόραν ἕτερον ὑποθήσεται πρὸ τοῦ Σαμίου γεγομέναι παιδευτὴν σοφίας, ᾧ συνδιέτριψεν ὁ Νόμας. τοῦτο δʼ οὐκ οἶδʼ ὅπως ἂν ἀποδεῖξαι δύναιτο μηδενὸς τῶν ἀξιολόγων μήτε Ῥωμαίου μήθʼ Ἕλληνος, ὅσα κἀμὲ εἰδέναι, παραδεδωκότος ἐν ἱστορίᾳ. ἀλλὰ περὶ μὲν τούτων ἅλις.