Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τε δίκας οὐχ ὑπεῖχον. ἐφʼ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην. καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφʼ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δʼ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.

ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ

v.1p.230
ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.

μετὰ τοῦτον τὸν πόλεμον ἐπὶ Καμερίνους ἐστράτευσεν ἐπιθεμένους τοῖς παρὰ σφίσιν ἐποίκοις, καθʼ ὃν χρόνον ἔκαμνεν ἡ Ῥωμαίων πόλις ὑπὸ νόσου λοιμικῆς· ᾗ δὴ μάλιστα ἐπαρθέντες οἱ Καμερῖνοι καὶ νομίσαντες ἄρδην τὸ Ῥωμαίων διαφθαρήσεσθαι γένος ὑπὸ τῆς συμφορᾶς τοὺς μὲν ἀπέκτειναν τῶν ἐποίκων, τοὺς δʼ ἐξέβαλον.

ἀνθʼ ὧν τιμωρούμενος αὐτοὺς ὁ Ῥωμύλος, ἐπειδὴ τὸ δεύτερον ἐκράτησε τῆς πόλεως, τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοῖς δὲ στρατιώταις διαρπάσαι τὴν πόλιν ἐφῆκε, τῆς τε χώρας τὴν ἡμίσειαν ἀποτεμόμενος ἔξω τῆς πρότερον τοῖς κληρούχοις δοθείσης καὶ φρουρὰν ἀξιόχρεων καταλιπών, ὡς μηδὲν ἔτι παρακινῆσαι τοὺς ἔνδον, ἀπῆγε τὴν δύναμιν. ἐκ ταύτης τῆς στρατείας καὶ δεύτερον θρίαμβον κατήγαγε καὶ ἀπὸ τῶν λαφύρων τέθριππον χαλκοῦν ἀνέθηκε τῷ Ἡφαίστῳ καὶ παρʼ αὐτῷ τὴν ἰδίαν ἀνέστησεν εἰκόνα ἐπιγράψας Ἑλληνικοῖς γράμμασι τὰς ἑαυτοῦ πράξεις.

τρίτος αὐτῷ συνέστη πόλεμος πρὸς ἔθνους Τυρρηνικοῦ τὴν μεγίστην ἰσχὺν ἔχουσαν τότε πόλιν, ἣ καλεῖται μὲν Οὐιοί, ἀπέχει δὲ τῆς Ῥώμης ἀμφὶ τοὺς ἑκατὸν σταδίους,

v.1p.231
κεῖται δʼ ἐφʼ ὑψηλοῦ σκοπέλου καὶ περιρρῶγος μέγεθος ἔχουσα ὅσον Ἀθῆναι. ἐποιήσαντο δʼ οἱ Οὐιεντανοὶ τοῦ πολέμου πρόφασιν τὴν τῆς Φιδήνης ἅλωσιν καὶ πρέσβεις ἀποστείλαντες ἐκέλευον Ῥωμαίοις ἐξάγειν ἐκ τῆς πόλεως τὴν φρουρὰν καὶ τὴν χώραν, ἣν κατεῖχον ἀφελόμενοι τοὺς Φιδηναίους, ἀποδιδόναι τοῖς ἐξ ἀρχῆς κυρίοις. ὡς δʼ οὐκ ἔπειθον ἐλάσαντες πολλῇ στρατιᾷ πλησίον τῆς Φιδήνης ἐν ἀπόπτῳ τίθενται τὸν χάρακα.

προεγνωκὼς δὲ αὐτῶν τὴν ἔξοδον ὁ Ῥωμύλος ἐξεληλύθει τὴν κρατίστην δύναμιν ἔχων καὶ ἦν ἐν τῇ πόλει τῶν Φιδηναίων εὐτρεπής. ἐπεὶ δʼ ἕτοιμα τὰ πρὸς τὸν ἀγῶνα ἦν, ἀμφότεροι προελθόντες εἰς τὸ πεδίον ἐμάχοντο καὶ διέμειναν ἄχρι πολλῆς ὥρας ἐκθύμως ἀγωνιζόμενοι, τέως ἡ νὺξ ἐπιλαβοῦσα διέκρινεν αὐτοὺς ἴσους κατὰ τὸν ἀγῶνα γενομένους. καὶ ταύτην μὲν τὴν μάχην οὕτως ἠγωνίσαντο·