Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐνιαυτῷ δὲ ἕκτῳ περιίσταται πάλιν εἰς ἕνα Ῥωμύλον ἡ τῆς πόλεως ἀρχὴ Τατίου τελευτήσαντος ἐξ ἐπιβουλῆς, ἣν συνέστησαν ἐπʼ αὐτῷ Λαουινιατῶν οἱ κορυφαιότατοι συμφρονήσαντες ἀπὸ τοιαύτης αἰτίας· τῶν ἑταίρων τινὲς τοῦ Τατίου λῃστήριον ἐξαγαγόντες εἰς τὴν Λαουινιατῶν χώραν χρήματά τε αὐτῶν ἥρπασαν πολλὰ καὶ βοσκημάτων ἀπήλασαν ἀγέλας, τῶν δʼ ἐπιβοηθούντων οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐτραυμάτισαν.

ἀφικομένης δὲ πρεσβείας παρὰ τῶν ἠδικημένων καὶ τὰ δίκαια ἀπαιτούσης ὁ μὲν Ῥωμύλος ἐδικαίωσε παραδοῦναι τοὺς δράσαντας τοῖς

v.1p.227
ἀδικηθεῖσιν ἀπάγειν, ὁ δὲ Τάτιος τῶν ἑταίρων περιεχόμενος οὐκ ἠξίου πρὸ δίκης τινὰς ὑπʼ ἐχθρῶν ἄγεσθαι καὶ ταῦτα πολίτας ὄντας ὑπὸ ξένων· δικάζεσθαι δʼ αὐτοῖς ἐκέλευε τοὺς ἠδικῆσθαι λέγοντας εἰς Ῥώμην ἀφικομένους.

οἱ μὲν δὴ πρέσβεις οὐδὲν εὑρόμενοι τῶν δικαίων ἀγανακτοῦντες ἀπῄεσαν, ἀκολουθήσαντες δʼ αὐτοῖς τῶν Σαβίνων τινὲς ὑπʼ ὀργῆς, ἐσκηνωμένοις παρὰ τὴν ὁδόν ʽἑσπέρα γὰρ αὐτοὺς κατέλαβενʼ ἐπιτίθενται καθεύδουσι καὶ τά τε χρήματʼ αὐτοὺς ἀφαιροῦνται καὶ ὁπόσους ἐν ταῖς κοίταις ἔτι κατέλαβον ἀποσφάττουσιν, ὅσοις δὲ ταχεῖα τῆς ἐπιβουλῆς αὐτῶν αἴσθησις ἐγένετο καὶ τοῦ διαφυγεῖν δύναμις εἰς τὴν πόλιν ἀφικνοῦνται. μετὰ τοῦτο ἔκ τε Λαουινίου πρέσβεις ἀφικόμενοι καὶ ἐξ ἄλλων πόλεων συχνῶν κατηγόρουν τῆς παρανομίας καὶ πόλεμον παρήγγελλον εἰ μὴ τεύξονται τῆς δίκης.