Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτα εἰποῦσαι προὔπεσον ἅπασαι τῶν τοῦ βασιλέως γονάτων ἅμα τοῖς τέκνοις καὶ διέμενον ἐρριμμέναι, τέως ἀνέστησαν αὐτὰς ἐκ τῆς γῆς οἱ παρόντες ἅπαντα ποιήσειν τὰ μέτρια καὶ τὰ δυνατὰ ὑπισχνούμενοι. μεταστησάμενοι δὲ αὐτὰς ἐκ τοῦ συνεδρίου καὶ βουλευσάμενοι καθʼ ἑαυτοὺς ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς. καὶ γίνονται τοῖς ἔθνεσιν ἐκεχειρίαι μὲν πρῶτον· ἔπειτα συνελθόντων τῶν βασιλέων συνθῆκαι περὶ φιλίας.

ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὅρκους ἐποιήσαντο, τοιάδε· βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας· πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας.

v.1p.220

ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὅρκοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις. καὶ οἱ μὲν ἄλλοι τὰς δυνάμεις ἀναλαβόντες ἡγεμόνες ἀπῆγον ἐπʼ οἴκου, Τάτιος δὲ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τρεῖς ἄνδρες οἴκων τῶν διαφανεστάτων ὑπέμειναν ἐν Ῥώμῃ καὶ τιμὰς ἔσχον, ἃς τὸ ἀπʼ αὐτῶν ἐκαρποῦτο γένος, Οὐόλοσσος Οὐαλέριος καὶ Τάλλος Τυράννως ἐπίκλησιν καὶ τελευταῖος Μέττιος Κούρτιος, ὁ τὴν λίμνην σὺν τοῖς ὅπλοις διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.

καταστάντων δὲ τῶν πραγμάτων ἔδοξε τοῖς βασιλεῦσιν, ἐπειδὴ πολλὴν ἐπίδοσιν εἰς ὄχλου πλῆθος ἡ πόλις εἰλήφει, διπλάσιον τοῦ προτέρου ποιῆσαι τὸν τῶν πατρικίων ἀριθμὸν προσκαταλέξαντας σὺν τοῖς ἐπιφανεστάτοις οἴκοις ἐκ τῶν ὕστερον ἐποικησάντων ἴσους τοῖς προτέροις, νεωτέρους οὓς ἐκάλεσαν πατρικίους· ἐξ ὧν ἑκατὸν ἄνδρας, οὓς αἱ φρᾶτραι προεχειρίσαντο, τοῖς ἄρχαίοις βουλευταῖς προσέγραψαν.

περὶ μὲν οὖν τούτων ὀλίγου δεῖν πάντες οἱ συγγράψαντες τὰς Ῥωμαϊκὰς ἱστορίας συμπεφωνήκασιν, ὀλίγοι δέ τινες περὶ τοῦ πλήθους

v.1p.221
τῶν προσκαταγραφέντων βουλευτῶν διαφέρονται. οὐ γὰρ ἑκατὸν ἀλλὰ πεντήκοντα τοὺς ἐπεισελθόντας εἰς τὴν βουλὴν ἀποφαίνουσι γενέσθαι.

περὶ δὲ τῶν τιμῶν, ἃς ταῖς γυναιξὶν οἱ βασιλεῖς ἀπέδοσαν, ὅτι συνήγαγον αὐτοὺς εἰς φιλίαν, οὐχ ἅπαντες Ῥωμαίων συγγραφεῖς συμφέρονται. τινὲς μὲν γὰρ αὐτῶν γράφουσι τά τε ἄλλα πολλὰ καὶ μεγάλα δωρήσασθαι ταῖς γυναιξὶ τοὺς ἡγεμόνας καὶ δὴ καὶ τὰς φράτρας τριάκοντα οὔσας, ὥσπερ ἔφην, ἐπωνύμους τῶν γυναικῶν ποιῆσαι· τοσαύτας γὰρ εἶναι γυναῖκας τὰς ἐπιπρεσβευσαμένας.