Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μέχρι μὲν δὴ τούτων συμφέρονται πάντες οἱ Ῥωμαίων συγγραφεῖς, ἐν δὲ τοῖς ὕστερον λεγομένοις οὐχ ὁμολογοῦσι. Πείσων γὰρ ὁ τιμητικός, οὗ καὶ πρότερον ἐμνήσθην, ἄγγελόν φησιν ὑπὸ τῆς Ταρπείας ἀποσταλῆναι νύκτωρ ἐκ τοῦ χωρίου δηλώσοντα τῷ Ῥωμύλῳ τὰς γενομένας τῇ κόρῃ πρὸς τοὺς Σαβίνους ὁμολογίας, ὅτι μέλλοι τὰ σκεπαστήρια παρʼ αὐτῶν αἰτεῖν ὅπλα διὰ τῆς κοινότητος τῶν ὁμολογιῶν παρακρουσαμένη, δύναμίν τε ἀξιώσοντα πέμπειν ἐπὶ τὸ φρούριον ἑτέραν νυκτός, ὡς αὐτῷ στρατηλάτῃ παραληψόμενον τοὺς πολεμίους γυμνοὺς τῶν ὅπλων·

v.1p.210
τὸν δὲ ἄγγελον αὐτομολήσαντα πρὸς τὸν ἡγεμόνα τῶν Σαβίνων κατήγορον γενέσθαι τῶν τῆς Ταρπείας βουλευμάτων.

οἱ δὲ περὶ τὸν Φάβιόν τε καὶ Κίγκιον οὐδὲν τοιοῦτο γεγονέναι λέγουσιν, ἀλλὰ φυλάξαι τὴν κόρην διαβεβαιοῦνται τὰς περὶ τῆς προδοσίας συνθήκας. τὰ δʼ ἑξῆς ἅπαντες πάλιν ὁμοίως γράφουσι. φασὶ γὰρ ὅτι παραγενομένου σὺν τῷ κρατίστῳ τῆς στρατιᾶς μέρει τοῦ βασιλέως τῶν Σαβίνων φυλάττουσα τὰς ὑποσχέσεις ἡ Τάρπεια τοῖς μὲν πολεμίοις ἀνέῳξε τὴν συγκειμένην πυλίδα, τοὺς δʼ ἐν τῷ χωρίῳ φύλακας ἀναστήσασα διαταχέων σώζειν ἑαυτοὺς ἠξίου καθʼ ἑτέρας ἐξόδους τοῖς πολεμίοις ἀφανεῖς, ὡς κατεχόντων ἤδη τῶν Σαβίνων τὸ φρούριον·

διαφυγόντων δὲ τούτων τοὺς μὲν Σαβίνους ἀνεῳγμένας εὑρόντας τὰς πύλας κατασχεῖν τὸ φρούριον ἔρημον τῶν φυλάκων, τὴν δὲ Τάρπειαν ὡς τὰ παρʼ ἑαυτῆς ὅσα συνέθετο παρεσχημένην ἀξιοῦν τοὺς μισθοὺς τῆς προδοσίας κατὰ τοὺς ὅρκους ἀπολαβεῖν.